[ ] Phokis — Delphi — 363/362 or 264/263 BC? — FD 3:3.202
1 ἐπὶ Δαμοσθένους ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούντων Αἰτωλῶν Νικάνορος, Φιλοξένου, Εὐρύα, Θεοδώρου, Π̣[εταλία],
Νικοφῶντος· Δελφῶν Ἁγνία, Δαμαρμένου· Φωκέων Βουθήρου, Εὐδαμίδα, Τιμώνδα· Βοιωτῶν Εὐσύτου, Ἱπποκρίτου· Ἀθηναίω[ν — —c.10— —]·
Ἱστιαιέων Κλεομέδοντος· γραμματεύοντος Λαμπρίωνος Αἰτωλοῦ· ἔδοξε τοῖς ἱερομνήμοσι· Ἀριστάρχωι Σιλην[οῦ — —c.10— —]
Καμαριναίωι εἶναι προδικίαν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν ἀπὸ πάντων, αὐτῶι καὶ ἐκγόνοις, εὐνοίας ἕνεκα καὶ [φιλοτιμίας]
5 τῆς εἰς τὸ συνέδριον τῶν Ἀμφικτιόνων.
Search Help
Contact Us