[ ] Phokis — Delphi — 271/270 or 270/269 BC? — SIG(3) 419
1 [θε]ο[ί].
ἐπὶ Στράτωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς,
ἱερομνημονούντων Αἰτωλῶν Βουθήρα, Καλλία, Φρίκωνος, Ἀλκι-
άδα, Ἀποκία(?)· Δελφῶν Ἀθάμβου, Ἀμεινία· Φωκέων Πύλητος, Καφι-
5 σία· Λοκρῶν Φρίκου Ἀλπωνίου· Βοιωτῶν Δαμοφίλου, Κλεώνδα· Εὐ-
βοέων Ἀμφικράτους Χαλκιδέος· Ἀθηναίων Ἱερωνύμου· Ἐπ[ι]-
δαυρίων Λαφίλου· ἐπειδὴ Εὔδοξος Ἐπιδόξου Ἀργεῖος προσ-
ελθὼν πρὸς τοὺς ἱερομνήμονας ἐπηγγείλατο τῶι θεῶι [εἰς]
τὸν ἀγῶνα Πυθίοις τὸν γυμνικὸν κατασκευάσας ἐκ τῶν
10 ἰδίων ἀναλωμάτων δώσειν ἀσπίδας ἐπιχάλκους ποικίλα[ς]
ἐνδρομίδας δέκα, δεδόχθαι τοῖς ἱερομνήμοσιν, δοῦναι
Εὐδόξωι προδικίαν καὶ ἀσφάλειαν καὶ ἐπιτιμὰν καθὰ καὶ τοῖς
ἄλλοις δίδονται αἱ προδικίαι καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ χρήμ[α]-
σι τοῖς αὐτοῦ, ἐπειδὴ φαίνεται τὸν θεὸν εὐεργετηκώς· ἐπιμελε[ῖ]-
15 σθαι δὲ Εὔδοξον καὶ τοὺς ἐκγόνους ἀεὶ εἰς τὰ Πύθια, ὅπως λαμπρα[ὶ]
εἰς τὸν ἀγῶνα παραφέρωνται αἱ ἀσπίδες· ἐπισφραγίσασθαι
δ’ αὐτῶι καὶ κηρύκειον ἐπιγεγραμμένον ἱερὸν τοῦ Ἀπόλλωνος
τοῦ Πυθίου· δοῦναι δὲ τοὺς Δελφοὺς Εὐδόξωι καὶ θησαυρὸν
ὅπου τὰ ὅπλα θήσει.
Search Help
Contact Us