[ ] Mys. — Pergamon: Asklepieion — 173-175 AD
1 Κλαύδιον Οὐιβιανὸν
Τέρτυλλον ἐπὶ ἐπιστο-
λῶν Ἑλληνικῶν {²vac.}²
Αὐτοκράτορος Καίσαρος
5 Μ. Αὐρηλίου Ἀντωνείνου
Σεβαστοῦ Γερμανικοῦ,
ψηφισαμένης τῆς βου-
λῆς καὶ τοῦ δήμου τῆς
 μητροπόλεως τῆς
10 Ἀσίας καὶ δὶς νεωκόρου
πρώτης Περγαμηνῶν
    πόλεως
Κειώνιοι Ἑρμογένης
καὶ Γάιος τὸν ἴδιον
15    εὐεργέτην
καὶ συνθεραπευτὴν
στρατηγοῦντος Τι. Κλ. Ἰουλιανοῦ.
Search Help