[ ]
Mys. — Pergamon — ca. 217/218 AD — OGIS 513, IGR 4.451
| 1 | ἀγαθῆι τύχηι. |
| ἡ βουλὴ καὶ ὁ δῆμος τῆς πρώτης | |
| μητροπόλεως τῆς Ἀσίας καὶ τρὶς | |
| νεωκόρου τῶν Σεβ(αστῶν) Περγ<α>μηνῶν | |
| 5 | πόλεως ἐτείμησεν |
| Αὐρ(ηλίαν) Κλ(αυδίαν) Ἀπολλωνίαν, ἱέρειαν τῆς | |
| Νικηφόρου καὶ Πολιάδος Ἀθηνᾶς, | |
| θυγατέρα Κλ(αυδίου) Ἀλεξάνδρου θεολόγου | |
| καὶ Αὐρ(ηλίας) Ἀπολλωνίας, Πυθοδίκου | |
| 10 | θυγατρὸς γένους τῶν Ἐπι<λ>αϊδῶν, |
| ἱερασαμένην ἐνδόξως καὶ μεγαλο- | |
| πρεπῶς διετεῖ χρόνῳ καὶ τῇ ἑξῆς | |
| διετίᾳ εὐσεβῶς πᾶσαν θρησκείαν | |
| ἐκτελέσασαν τῇ θεῷ, δεξιωθεῖσαν | |
| 15 | τρὶς ἐντείμως ὑπὸ θεοῦ Ἀντωνίνου, |
| ἀγωνοθετήσασαν τοῦ σεμνοτάτου | |
| τῶν Νεικηφο<ρ>είων ἀγῶνος. |