[ ]
Mys. — Pergamon — end 2nd-beg. 3rd c. AD?
| 1 | ἀγαθῆι τύχηι. |
| ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησεν | |
| Αὐρηλίαν Ἀλεξανδρείαν καὶ Αὐρηλίαν | |
| Ἰουλιανὴν τὰς ἀδελφάς, θυγατέρας | |
| 5 | Αὐρ(ηλίου) Ἀλεξάνδρου καὶ Αἰλίας Ἰουλιανῆς |
| ἱερειῶν γενομένων τῆς Νικηφόρου | |
| καὶ Πολιάδος Ἀθηνᾶς, ἱερασαμένων | |
| μετὰ πάσας ἀρχὰς καὶ λειτουργίας | |
| τοῦ πατρὸς αὐτῶν ἐνδόξως καὶ ἐπιφανῶς | |
| 10 | κατὰ τὸ ἀξίωμα καὶ τὸ μέγεθος τῆς θεοῦ. |