[ ]
Mys. — Pergamon — bef. ca. 37 AD?
1 | ὁ δῆμος ἐτίμησεν Ἀπολλόδωρον Πύρρου |
χρυσῶ̣ι στεφάνωι καὶ εἰκόνι χαλκῆι | |
ἀρ̣ετ̣ῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτὸν | |
καὶ διὰ τὸ γυμνασιαρχήσαντα | |
5 | καλῶς καὶ ἐνδόξως ἀναστραφῆναι. |