[ ] Mys. — Pergamon — 2nd-1st c. BC? — IGR 4.295 (part)
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — τῶν πο]-
1 [λι]τῶν οὐδεν[ὸ]ς̣ δευτερεύουσαν τὴν χορηγίαν ἐποή̣σ̣ατο, βουθυτή̣-
[σα]ς τε ἐν τῆι ἀναστάσει τῆς ε̣ἰκόνος ἆθλά τε ἔθηκεν τοῖς ἐφήβοις
καὶ νέοις καὶ τὰ λοιπὰ [ἐχορήγησεν τοῖς ἄρ]χουσιν καὶ παιδευταῖς κ[αὶ]
δημοσίοις, ἐφρόντισεν̣ [δὲ καὶ ἐπισκευῆς] ἱ̣ερῶν, δαπάνην οὐ μικρὰν
5 ἀ̣ναδεξάμενος ὅπ[ως — — — — — — — — — —]α̣ς τυγχάνοντες [․․]
[․․]τα μηδὲν ἐμποδ[— — — — — — — — — — — τῶ]ν ἀνηκόντων, πρὸς
οἷς ἤγαγεν δὲ καὶ [εἰς τὴν πόλιν ὑδρορρόας δη]μοσίας πλείονας, ἵνα
[τ]ῶ̣[ν] λουτρῶν τὴν π̣[λήρωσιν διασώζηι παρέχων ὕ]δ̣ωρ ἱκανόν, χορηγία̣ν̣
[ἔθ]η̣κεν δὲ καὶ ἐν τῶ[ι κατασκευάσασθαι λουτῆ]ρας δημοσίους δύο, ὑ-
10 περιδὼν τὴν πλεο[νάζουσαν τῆς ἰδίας οὐσίας] δαπάνην, περί τε τῆ̣[ς]
φυλακῆς [ζήλω(?)]μα τέ[θηκεν ․․․․․․․․․․ διηνεκ(?)]ὲς ὁμόσε τοῖς ἄλλοις ἐπ̣[ι]-
νοήμασιν οὐ τὸν τυχό[ντα ․․․․․․․․․․․․․․․ τ]ό τε ὅπλον ἐν αὐτοῖς τοῖς
Ἑρμαίοις ἀνέθηκεν ἆ[θλον, τῆς πίστεως τῆς ε]ἰς αὑτὸν δήμου δικαίως
καὶ εὐσεβῶς τοῖς ἐπιτηδ[εύμασιν ἀμοιβὰ]ς ἀποδούς, δι’ ὃ συνέβη μὴ μό-
15 νον ταινιωθῆναι αὐτὸν κατὰ τ[ὸν δημόσιον θε]σμόν, ἀλλὰ καὶ χρυσοῖς στε-
φάνοις ὑπό τε τῶν νέων καὶ ἐ[φήβων ὡσαύτως] τιμηθῆναι, τῶν τε ἐκκομι[δῶν]
ἐπιμελείαι καὶ κακοπαθίαι διει[πὼν τὰ δέοντα πᾶ]σαν ἐπιστροφὴν ἐποήσατ[ο],
καθόλου μηδέποτε ἐφυστερ[ίζων, ἀλλ’ ἀεὶ δι]ασήμως ἀφηγούμενος τῶ̣ν
νεανίσκων, ἐξ οὗ συνέβαινεν [δηλοῦν τοὺς δη]μοτικοὺς μηδὲν ἧσσον τῶν
20 ἐν ὑπεροχῆι ὄντων ἐν τῶι μέρ[ει κόσμια τὰ ἤθ]η καὶ ἐπὶ τῶν πομπῶν {δὲ} ἔθι̣σ̣μ̣[α]
τὸ γινόμενον τὸ ἔνδοξον ἐ[πιτείνειν τῶν τ]ε θεῶν καὶ εὐεργετῶν, ὑπὸ τῆ[ς]
τῶν νέων πολυοχλίας καὶ τ[ῶν ἐφήβων εὐ]κ̣οσμίας συναυξομένων, [οἷς]
ἀεὶ καταξίως ὁμιλῶν τοὺς [μὲν ἀνειμένου]ς εἰς τὴν καθήκουσαν ἐπιτιμ̣[ί]-
α̣ν ἦγεν, τοῖς δὲ προσεδρε[ύουσιν φιλίαν κ]αὶ φιλανθρωπίαν ἐμέριζεν̣
25 ἔν τε ἄλλαις τῶν ἐπισημ[ασιῶν καὶ αὐτ]ὸς εἰσποησάμενος πρὸς εὐ-
ωχίαν, καὶ ἐν τοῖς Καβειρίο[ις μεγαλομερῶ]ς τῆι χορηγίαι χρησάμενος οὐ̣-
κ ὀλίγας ἀνεδέξατο δαπά[νας ἕνεκεν τῆς] εἰς τοὺς πολίτας φιλαγαθίας.
ὅπως οὖν καὶ ὁ δῆμος φαίνη̣[ται τοὺς καλοὺ]ς̣ κἀγαθοὺς τῶν ἀνδρῶν σημε̣ι̣-
ούμενος καὶ ταῖς καταξία[ις αὐτῶν χάρι]σιν ἀμειβόμενος, ἀγαθῆι
30 τύχηι δεδόχθαι τῆι βουλῆ[ι καὶ τῶι δήμωι]· ἐπαινέσαι τε Μητρόδωρον
ἐπὶ τοῖς προγεγραμμέν[οις καὶ στεφαν]ῶσαι χρυσῶι στεφάνωι
τῶι ἐκ τοῦ νόμου μεγίστω[ι καὶ εἰκόνι χαλ]κῆι, ἣν στῆσαι ἐν τῆι παραδρο-
μίδι τοῦ γυμνασίου, καὶ τὴν ἀ[ναγόρευσιν ποή]σασθαι τὸν ἀγωνοθέτην ἐν τῆ̣[ι]
πρώτηι ἀχθησομένηι πα[νηγύρει, ὑπάρχει]ν δὲ αὐτῶι καὶ σίτησιν ἐμ πρυ-
35 τανείωι καὶ ἀλειτουργησία̣[ν πάντων καὶ προν]όμειαν. ἀναγράψαι δὲ καὶ τὰ
δεδογμένα τῶι δήμωι εἰς σ[τήλην λίθου λε]υκοῦ, ἣν παραστῆσαι τῆι εἰκόν[ι].
ἐπεί τε καὶ κατὰ πλῆθος οἱ [νέοι συνεληλύ]θασιν βουλόμενοι τιμῆσαι αὐ-
τὸν χρυσῶι στεφάνωι καὶ ε[ἰκόνι χαλκῆι], μαρτυροῦντες περὶ τοῦ ἴσως
καὶ δικαίως ἐν τῆι ἀρχῆι ἀν[αστρέψασθαι, π]ερὶ τούτου γενέσθαι τὴν συγ-
40 χώρησιν. γενομένης <δὲ τῆς εἰκόνος τῆς ὑπὸ τοῦ δήμου ἀνασταθησομένης> ἐπι[γραφῆναι τοῦ] βήματος "ὁ δῆμος ἐτίμησ[ε]
Μητρόδωρον Ἡρακλέων[ος γυμνασιαρχ]ήσαντα καλῶς καὶ ἐνδόξ[ως]
καὶ ἐπιμεληθέντα τῆς τε τ[ῶν ἐφήβων καὶ τῶν] νέων παιδείας τε καὶ κοσμι[ό]-
τητος καὶ τῶν κατὰ τὸ γυμ[νάσιον φροντίσα]ντα ἀξίως τοῦ καταστήσαν-
τος δήμου", ἐπὶ δὲ τῆς ὑπὸ [τῶν νέων ἀνα]σ̣ταθησομένης "οἱ νέοι ἐτί-
45 μησαν Μητρόδωρον Ἡρα[κλέωνος δι’ ἀρε]τ̣ὴν καὶ ἰσότητα, ἣν προσηνέγ-
κατο ἀφηγησάμενος αὑτῶ[ν". ἑλέσθαι δὲ κ]αὶ ἄνδρας δύο τῶν πολιτῶν τοὺς
ἐσομένους πρὸς τῆι ἐπιμ̣[ελείαι τῆς κατ]ασκευῆς καὶ ἀναθέσεως τῶν
ἐψηφισμένων.         οἵ[δε ἡιρέθη]σαν ἐπιμεληταί·
  Εὐβίοτος Εὐβιότου, [Ἡρακλέων] Μητροδώρου.
Search Help
Contact Us