[ ] Mys. — Pergamon — 135/134 BC — OGIS 331, Welles 65-67
1 [—][— — — — — — — — — — — ἀναγράψαι δὲ καὶ εἰς στήλην λευκοῦ λί]-
[θ]ου καὶ τεθ[ῆναι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τὰς ἐπιστολάς, ἐγγρά]-
ψ̣αι δὲ καὶ εἰς [το]ὺς̣ ἱ̣εροὺς νόμους τ̣ο̣ὺ̣[ς τ]ῆ̣ς π̣[ό]λ̣εως τ̣όδ̣[ε τὸ]
ψήφισμα καὶ χρῆσθαι αὐτῶι νόμωι κυρίωι εἰς ἅπαντα τὸγ χρόνον.
5 βασιλεὺς Ἄτταλος Ἀθηναίωι τῶι ἀνεψιῶι χαίρειν· Σωσάνδρου̣
τοῦ συντρόφου ἡμῶν, σοῦ δὲ γαμβροῦ κατασταθέντος ὑπὸ τἀ-
δελφοῦ βασιλέως τοῦ Καθηγεμόνος Διονύσου ἱερέως καὶ συν̣-
τετελεκότος τὰ ἱερὰ ἐμ πολλαῖς σφόδρα Τριετηρίσιν εὐσεβῶς
μ̣ὲγ καὶ ἀξίως τοῦ θεοῦ, προσφιλῶς δὲ τῶι τε ἀδελφῶι καὶ ἡμῖγ
10 κ̣αὶ τοῖς ἄλλοις ἅπασι ——— συνέβη ἐν ταῖς πρότερον Τριετηρίσι παρε-
ν̣οχληθέντα αὐτὸν ὑπὸ νευρικῆς διαθέσεως τὰς μὲν θυσίας συ[ν]-
τελεῖμ μεθ’ ἡμῶν, τὰς δὲ πομπὰς καί τινα ἄλλα τῶμ πρὸς τὰ ἱερ̣ὰ
δ̣ιατεινόντωμ μὴ δύνασθαι ——— τὸν υἱὸν αὐτοῦ Ἀθήναιον ἐκρίνα̣-
[μ]ε̣μ προϊερᾶσθαι, ὅπως ὅσα ὑπὸ τοῦ Σωσάνδρου ἀδύνατα ἦγ̣
15 [γίν]ε̣σθαι, ὑπὸ τούτου ἐπιτελῆται. ἐπεὶ οὖν τότε μὲν τὰ καθήκον̣-
[τα ὡς ἔπρ]επεν ὁσίως συνετελέσθη, νῦν δὲ μετηλλαχκότος
τοῦ̣ Σ̣ωσάνδρ̣[ου ἀ]ναγκαῖόν ἐστι κατασταθῆναί τινα ἱερέα,
κεκρίκαμεγ κἀγὼ καὶ Ἄ̣τ̣τ̣[α]λ̣ος ὁ τἀδελφοῦ υἱὸς διαμεῖναι Ἀθηναίω̣[ι]
τῶι υἱῶι αὐτοῦ τὴν ἱερεωσύ̣[ν]η̣γ καὶ ταύτην, ἐπεὶ καὶ κατὰ̣ συντυ̣-
20 χίαν ζῶντος ἔτι τοῦ πατρὸς κα̣[τε]σ̣π̣ε̣ίσθη ἐπὶ τὰ ἱερά, ὑπολαμβά̣-
νοντες καὶ αὐτὸν τὸν Διόνυσον οὕτ̣ω[ς βε]βουλῆσθαι ἄξιόν τε αὐ-
τὸν εἶναι καὶ τῆς τοῦ θεοῦ προστασίας καὶ̣ {[τ]οῦ} ἡμῶν τοῦ οἴκου. ὅ̣-
πως δὲ καὶ σὺ εἰδῆις ὅτι περιτεθείκαμεν τὴ̣ν̣ τ̣ιμὴγ καὶ ταύτ[ην]
τῶι Ἀθηναίωι, ἔκρινον ἐπιστεῖλαί σοι.
25             ιη, Αὐδναίου ιθ. Ἀθηναγόρας ἐκ Περγάμου.
βασιλεὺς Ἄτταλος Κυζικηνῶν τῆι βουλῆι καὶ τῶι δήμωι χαίρει̣ν̣· [Ἀθή]-
ναιος ὁ Σωσάνδρου υἱός, τοῦ γενομένου ἱερέως τοῦ Καθηγεμόνος Δ̣[ι]-
ονύσου καὶ συντρόφου τοῦ πατρός μου, ὅτι μὲν ἡμῶν ἐστὶ συγ̣-
γενής, οὐ πείθομαι ὑμᾶς ἀγνοεῖν, εἴ γε ὁ Σώσανδρος γήμας τὴν Ἀθη-
30 ναίου θυγατέρα τοῦ Μειδίου, ὃς ἦν Ἀθήναιος ἀνεψιὸς τοῦ πατρός
μου, τοῦτον ἐγέννησεν. ὧι καὶ γενομένωι ἀξίωι τοῦ οἴκου ἡμῶν τὸ
μὲμ πρῶτον Ἄτταλος ὁ θεῖός μου σὺγ καὶ τῆι ἐμῆι γνώμηι ζῶντος
ἔτι τοῦ Σωσάνδρου ἔδωκε διὰ γένους ἱερεωσύνην τὴν τοῦ Διὸς
τοῦ Σαβαζίου τιμιωτάτην οὖσαμ παρ’ ἡμῖν, ὕστερον δὲ μεταλλάξαντος
35 τοῦ Σωσάνδρου διὰ τὴμ περὶ αὐτὸν οὖσαγ καλοκἀγαθίαγ καὶ περὶ τὸ θε[ῖ]-
ον εὐσέβειαγ καὶ τὴν πρὸς ἡμᾶς εὔνοιαγ καὶ πίστιγ καὶ τῆς τοῦ Καθηγε-
μόνος Διονύσου ἱερεωσύνης ἠξιώσαμεν αὐτόν, κρίναντες αὐτὸγ καὶ
ταύτης εἶναι ἄξιον τῆς τιμῆς καὶ πρεπόντως προστήσ<ε>σθαι μυστ[ηρί]-
ων τηλικούτωγ κἀγὼ καὶ Ἄτταλος ὁ θεῖός μου, ὡς διασαφεῖται, ἐν τῶ[ι]
40 ιη ἔτει τῆς ἐκείνου βασιλείας. εἰδὼς οὖν ὅτι πρὸς μητρὸς καὶ ὑμ[έ]-
τερός ἐστι πολίτης, ἔκρινα ἐπιστεῖλαι ὑμῖμ πέμψας καὶ τὰ λοιπὰ προ-
στάγματα καὶ φιλάνθρωπα τὰ γραφέντα ὑφ’ ἡμῶμ περὶ τούτου, ὅπως
εἰδῆτε ὡς ἔχομεμ φιλοστοργίας πρὸς αὐτόν.
             δ, Δίου   ζ.  Μένης ἐκ Περγάμου.
45 βασιλεὺς Ἄτταλος Περγαμηνῶν τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· ἐπεὶ βασ[ί]-
λισσα Στρατονίκη ἡ μήτηρ μου, εὐσεβεστάτη μὲγ γενομένη πασῶμ, φιλο̣-
στοργοτάτη δὲ διαφερόντως πρός τε τὸμ πατέρα μου καὶ πρὸς ἐμέ,
πρὸς ἅπαντας μὲν τοὺς θεοὺς εὐσεβῶς προσηνέχθη, μάλιστα δὲ
πρὸς τὸν Δία τὸν Σαβάζιον, πατροπαράδοτον αὐτὸγ κομίσασα εἰς
50 τὴμ πατρίδα ἡμῶν, ὃγ καὶ ἐμ πολλαῖς πράξεσι καὶ ἐμ πολλοῖς κινδύ-
νοις παραστάτηγ καὶ βοηθὸν ἡμῖγ γενόμενον ἐκρίναμεν διὰ τὰς ἐξ αὐτοῦ
γενομένας ἐπιφανείας συγκαθιερῶσαι τῆι Νικηφόρωι Ἀθηνᾶι, νομίσαν-
τες τοῦτον αὐτῶι ἄξιογ καὶ πρέποντα τόπον ὑπάρχειν, διεταξάμε-
θα δὲ ἀκολούθως τούτοις καὶ περὶ θυσιῶγ καὶ πομπῶγ καὶ μυστηρίων
55 τῶν ἐπιτελουμένωμ πρὸ πόλεως αὐτῶι ἐν τοῖς καθήκουσι καιροῖς καὶ τόποις,
ἐποήσαμεν δὲ αὐτοῦ καὶ ἱερέα διὰ γένους Ἀθήναιον τὸν ἐμόν, εὐσεβείαι κα[ὶ]
καλοκἀγαθίαι διαφέροντα καὶ τῆι πρὸς ἡμᾶς διηνεκεῖ πίστει· κρίνομεν διὰ ταῦ-
τα, ὅπως ἂν εἰς τὸν ἅπαντα χρόνον ἀκίνητα καὶ ἀμετάθετα μένηι τά τε πρὸς
τὸν θεὸν τίμια καὶ τὰ πρὸς τὸν Ἀθήναιομ φιλάνθρωπα, τὰ γραφέντα ὑφ’ ἡμῶμ
60 προστάγματα ἐν τοῖς ἱεροῖς νόμοις φέρεσθαι παρ’ ὑμῖν.
                       δ,  Δίου  δ. Λύτος ἐκ Περγάμου.
Search Help