[ ] Mys. — Pergamon — sh. aft. 263 BC — IvP II p.507 cf. — OGIS 266
1 [ἀξ]ιώματα ἃ ἐπεχ̣[ώρη]σ̣εν Εὐμένης Φιλεταίρο[υ τοῖς]
[ἐ]μ̣ Φιλεταιρείαι στρατ̣ιώταις καὶ τοῖς ἐν Ἀτταλείαι·
[σ]ίτου τιμὴν ἀποτίνειν τοῦ μεδίμνου δραχμὰς τέσσ[α]-
[ρ]ας, οἴνου τοῦ μετρητοῦ δραχμὰς τέσσαρας. ὑπὲρ τοῦ
5 ἐνιαυτοῦ· ὅπως ἂν ἄγηται δεκάμηνος, ἐμβόλιμον δὲ
οὐκ ἄξει. ὑπὲρ τῶν τὸν ἀριθμὸν ἀποδόντων τὸν κύριον
καὶ γενομένων ἀπέργων· ὅπως τὸ ὀψώνιον λαμβάνωσι
τοῦ προειργασμένου χρόνου. ὑπὲρ ὀρφανικῶν· ὅπως ἂν
οἱ ἄγχιστα γένους λαμβάνωσιν ἢ ὧι ἂν ἀπολίπηι. ὑπὲρ τελῶν·
10 ὅπως ἂν ἡ ἀτέλεια ὑπάρχηι ἡ ἐν τῶι τετάρτωι καὶ τεσσαρα-
κοστῶι ἔτει. ἐάν τις ἄπεργος γένηται ἢ παραιτή[σ]ηται, ἀφιέσ̣-
[θ]ω καὶ ἀτελὴς ἔστω ἐξάγων τὰ αὑτοῦ ὑπάρχοντα. ὑπ[ὲρ]
τ̣οῦ ὀψωνίου, οὗ ὡμολόγησεν τῆς τετραμήνου· ἵνα δοθῆι [τὸ ὁ]-
μ̣όλογον, καὶ μὴ ὑπολογιζέσθ̣ω εἰς τὸ ὀψώνιον. ὑπὲρ τῶν λευ[․․]-
15 νων· ὅπως καὶ τὸν σῖτον λάβωσιν τοῦ χρόνου, οὗ καὶ τὸν στέφανον.
τὸν ὅρκον δὲ καὶ τὴν ὁμολογίαν ἀναγραψάτω εἰς στήλας λιθί-
[ν]α̣ς τέσσαρας καὶ ἀναθ̣έτω μίαμ μὲν ἐμ Περγάμωι ἐν τῶι τῆς
Ἀ̣θ̣ηνᾶς ἱερῶι, μίαν δὲ ἐγ Γρυνείωι, μίαν δὲ ἐν Δήλωι, μίαν δὲ ἐμ Μιτυ-
λήνηι ἐν τῶι τοῦ Ἀσκληπιοῦ.  ὅρκος ὃν ὤμοσεν Παράμονος καὶ οἱ
20 ἡγεμόνες καὶ οἱ ὑφ’ αὐτοὺς στρατιῶται οἱ ὄντες ἐμ Φιλεταιρείαι
τῆι ὑπὸ τὴν Ἴδην καὶ Πολύλαος καὶ οἱ ὑφ’ αὐτὸν ἡγεμόνες καὶ στ[ρα]-
τιῶται οἱ ὄντες ἐν Ἀτταλείαι καὶ Ἀττινᾶς ἱππάρχης καὶ οἱ ὑφ’ αὐ-
τὸν ἱππεῖς καὶ Ὀλώιχος κ̣αὶ οἱ ὑφ’ αὐτὸν Τραλεῖς· ὀμνύω Δία, Γῆν,
Ἥλιον, Ποσειδῶ, Δήμητρα, Ἄρ̣η, Ἀθηνᾶν ἀρείαν καὶ τὴν Ταυροπόλον
25 κα̣ὶ τοὺς ἄλλους θεοὺς πάν̣τ̣ας καὶ πάσας· διαλύομαι ἀπὸ τοῦ
[βε]λ̣τίστου πρὸς Εὐμένη τὸν Φιλεταίρου καὶ εὐνοήσω αὐτῶι καὶ
[τοῖς ἐ]κείνου καὶ οὐκ ἐπιβ[ο]υλ[εύ]σω Εὐμένει τῶι Φιλεταίρου οὐδὲ ὅπλα
[ὑπενα]ντία θήσομαι [οὐ]δ’ ἐγκαταλείψω Εὐμένη, ἀλλὰ μαχοῦμαι
[ὑπὲρ α]ὐτοῦ καὶ τῶν̣ πραγμάτων τῶν ἐκείνου ἕως ζωῆς καὶ θανά-
30 [του. παρ]έξομαι δὲ καὶ τὴν ἄ̣λλην χρείαν εὐνόως καὶ ἀπροφα-
σ̣ί[σ]τως μ̣ε̣τὰ πάσης προθυμί̣ας εἰς δύναμιν εἶναι τὴν ἐμήν.
ἐάν τέ τινα αἰσθάνωμαι ἐπι[β]ουλεύοντα Εὐμένει τῶι Φιλεταίρο[υ]
[ἢ ἄ]λλο τι πράσσοντα ἐναντίον ἐκείνωι ἢ τοῖς πράγμασιν αὐτο-
[ῦ, οὐ]κ ἐπιτρέψω εἰς̣ δύναμιν εἶναι τὴν ἐμὴν καὶ ἐξαγγελῶ πα-
35 [ραχρ]ῆ̣μα ἢ ὡς ἂν τά̣χιστα [δ]ύ̣νωμαι τὸν τούτων τι ποιοῦντα
[Εὐμέ]νει τῶι Φιλεταίρ̣ο̣υ ἢ ὃν ἂν ὑπολαμβάνω τάχιστα τούτωι
[ἐμφανι]εῖν. <δ>ιαφυλάξω δὲ κ̣αί, ἐάν τι παραλάβω παρ’ αὐτοῦ, ἢ πόλιν ἢ φρού-
[ριον ἢ ν]αῦς ἢ χρήματα ἢ ἄλλ̣ο ὃ ἄμ μοι παραδοθ̣ῆι, καὶ ἀποδώσω ὀρ̣θ̣ῶς
[καὶ] δικαίως Εὐμένει τῶι Φιλετα̣ίρου ἢ ὧι ἂν οὗτος προστάσσηι, ποιοῦντος
40 [αὐτ]οῦ τὰ ὡμολογημένα. οὐ λήψο[μ]αι δὲ παρὰ τῶν ἐναντίων οὐδὲ γράμμ[α]-
[τα ο]ὐδὲ πρεσβευτὴν προ[σ]δέξομ[α]ι οὔτε αὐτὸς ἀποστελῶ πρὸς αὐτούς̣·
ἐάν τέ τις ἐνέγκηι μοι, τά τε γράμματ’ ἀνοίσω κατεσφραγισμένα καὶ
τὸν ἐνεγκόντα ἀνάξω ὡς ἂν τάχιστα δ̣ύνωμαι πρὸς Εὐμένη τὸν Φιλε-
ταίρου, ἢ πρ[ὸ]ς̣ ὃν ἂν ὑπολαμβάνω τάχιστ’ [α]ὐτῶι ἐμφανιεῖν πρὸς τοῦτο[ν]
45 ἀνάξω καὶ ἀνοίσω. οὐδὲ κακοτεχνήσω περὶ τὸν ὅρκον τοῦτον οὐθὲν
οὔτε τέχνηι οὔ̣τε παρευρέσει οὐδεμιᾶι. παραλύω δὲ καὶ Εὐμένη τὸ[ν]
Ἀττάλου τοῦ ὅρκου καὶ τοὺς μεθ’ αὐτοῦ ὀμωμοκ[ό]τας συντελεσθέν̣-
των τῶν ὡμολογημένων. εὐορκοῦντι μέμ μοι καὶ ἐμ̣μ̣ένοντι ἐν τῆι
πρὸς Εὐμένη τὸν Φιλεταίρου εὐνοίαι εὖ εἴη καὶ αὐτῶι κ̣α̣ὶ τοῖς ἐμοῖς,
50 εἰ δ’ ἐφιορκοίην καὶ παραβαίνοιμί τι τῶν ὡμολογημένων, [ἐ]ξώλης ε[ἴην]
καὶ αὐτὸς καὶ γένος τὸ ἀπ’ ἐμοῦ. ὅρκος Εὐμένους· ὀμνύω Δ[ία, Γ]ῆ̣ν̣,
Ἥλιον, Ποσειδῶ, Ἀπόλλω, Δήμητρα, Ἄρη, Ἀθηνᾶν ἀρείαν καὶ τὴν [Ταυροπό]-
λον καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας· εὐνοήσω Παραμ[όνωι]
καὶ τοῖς ἡγεμόσι καὶ τοῖς ἄλλοις τοῖς ἐμμίσθοις, τοῖς ἐν τῆι στρατηί̣[αι]
55 τ̣ῆι ἐμ Φιλεταιρείαι τῆι ὑπὸ τὴν Ἴδην ὑπὸ Παράμονον ταχθε̣ῖ̣σ[ι]ν καὶ
Ἄ̣ρκητι καὶ τοῖς ὑφ’ αὐτὸν φρουροῖς καὶ Φιλωνίδηι, καὶ τοῖς ἀμίσθοις τοῖς
[σ]υ̣νομωμοκόσι, τούτοις καὶ τοῖς τούτων πᾶσι, καὶ Πολυλάωι καὶ τοῖς
[ἡγ]εμόσι καὶ τοῖς ἄλλοις στρατιώταις τοῖς ὑφ’ αὐτὸν τασσομένοις
[ἐν Ἀ]τταλείαι πᾶσι καὶ πεζοῖς καὶ ἱππεῦσι καὶ Τράλεσιν, ἕως ἂν
60 [σὺν ἡ]μῖν στρατεύωνται καὶ οὐκ ἐπιβουλεύσω οὐδὲ ἄλλος δι’ ἐμ[οῦ]
[οὐθείς. ο]ὐδὲ προδώσω ὑπεναντίωι οὐθενὶ οὔτε αὐτοὺς οὔτε αὐτῶ̣[ν τὰ]
[πράγματα] τούτων οὐδὲ τοὺς ὑπὸ τοῦ κοινοῦ αἱρεθ̣έντας τρόπωι οὐ[θενὶ]
[οὐδὲ παρε]υρ̣έσει οὐ̣[δε]μιᾶι, οὐδὲ [ὅπλ]α̣ ἐναντία θ̣ήσομαι οὐδ̣ὲ #⁷[— — —]
Search Help