[ ]
Mys. — Pergamon — end 4th-mid. 3rd c. BC — OGIS 265
| 1 | [ἔγνω βο]υλὴ καὶ δῆμος· γνώμη στρατηγῶν· |
| [ἐπεὶ ὁ] δῆμος ὁ Τημνιτῶν οἰκείως διακε̣[ί]- | |
| [μενος] τυγχάνει τῶι δήμωι τῶι Περγαμην̣[ῶν], | |
| [ἀγαθ]ῆ̣ι τύχηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- | |
| 5 | [μωι]· ἀποστεῖλαι πρεσβευτὰς δύο, οἵτινες παρα- |
| [γε]ν̣όμενοι ἐμφανιοῦσι τήν τε εὔνοιαν ἣ̣ν ἔχων | |
| [δι]ατελεῖ πρὸς αὐτοὺς ὁ δῆμος ὁ Περγαμηνῶν | |
| [κα]ὶ διαλεγήσονται ὅπως ψηφισθῆι ταῖς πόλεσιν | |
| [ἀμ]φοτέραις ἰσοπολιτεία. ἐὰν δὲ φαίν[η]ται | |
| 10 | [Τη]μνίταις ἐπιτήδειον εἶναι συνθεῖναι περὶ τ[ο]ύ̣- |
| [του], τ̣οὺς ἀφεσταλμένους αὐτοκράτορας [εἶναι]. | |
| [αἱρε]θέντες Ἀπολλωνίδης Ἀπελλέος, Η[․․․․․․] | |
| [Ἑρ]μίππου. ἀγάθαι τύχαι· ἔδοξε Ταμν̣[ίταισι] | |
| [κ]α̣ὶ Περγ̣α̣μήνοισι ἐπὶ πρυτάνιος τῶ μ[ετὰ Ἡρα]- | |
| 15 | [κ]ληΐδαν τὸν Δίτα μῆννος Ἠράω, ἐν [Περγάμῳ] |
| ἐπὶ πρυτ[ά]νιος Ἀριστοκράτεος τῶ Ἰερα[․․․․․․․] | |
| μῆνος Ἠρ̣ά̣ω· ἔμμεναι Ταμνίτ̣[αισι ἐν Περ]- | |
| γάμῳ πολι[τ]είαν καὶ Περγαμήν[οισι ἐν Τάμνῳ] | |
| μετεχόντ[ε]σσι ὦν οἰ ἄλλο[ι πόλιται μετέχοι]- | |
| 20 | σι καὶ γᾶς καὶ οἰκ̣[ία]ς ἔγκτησιν ἔμ̣[μεναι τῷ Ταμνί]- |
| τᾳ ἐμ Περγάμῳ κ̣αὶ τῷ Περγα̣[μήνῳ ἐν Τάμνῳ. ψᾶφον] | |
| [δ]ὲ φέρην τὸν Τα̣μνίταν [ἐμ Περγάμῳ καθάπερ ὁ Περ]- | |
| γ̣άμηνος φέρει κα[ὶ] τ̣ὸν Π[εργάμηνον ἐν Τάμνῳ καθάπερ] | |
| [ὁ] Ταμνίτας φέρει̣ [— — — — — — — — — — — — — — — —] | |
| 25 | [σ]τείχην ἢ ἐπὶ συ[— — — — — — — — — — — — — — — — —] |
| [— — —]Σ․ΤΑΙ#⁷#⁷[— — — — — — — — — — — — — — — — — — —] |