[ ]
Thrace — Augusta Traiana (Stara Zagora) — Seuthopolis (Kazanlak) — ca. 300-280 BC — IGBulg III,2 1731 [= ll. 27-34] — Chiron 24 (1994) 241-266 (Elvers)
See also:
| 1 | ἀγαθῆι τύχηι· ὅρκος Ἐπιμένει |
| Βερενίκης καὶ τῶν υἱῶν· ἐπειδὴ | |
| Σεύθης ὑγιαίνων παρέδωκεν | |
| Ἐπιμένην Σπαρτόκωι καὶ τὰ | |
| 5 | ὑπάρχοντα αὐτοῦ καὶ Σπάρτοκος |
| ἐπὶ τούτοις τὰ πιστὰ ἔδωκεν | |
| αὐτῶι, δεδόχθαι Βερενίκῃ καὶ τοῖς | |
| υἱοῖς αὐτῆς Εβρυζελμει καὶ Τηρει | |
| καὶ Σατοκωι καὶ Σαδαλαι καὶ τοῖς | |
| 10 | [․c.3-5․]εσομένοις δεδόσθαι Ἐπιμένην |
| [Σπαρ]τόκωι, αὐτὸν καὶ τὰ ὑπάρχοντα | |
| αὐτοῦ εἰς ἅπαντα τὸν βίον {²⁷τὸμ βίον(?) (photo)}²⁷, | |
| παρέχεσθαι δὲ καὶ Ἐπιμένην τὴν | |
| χρείαν Σπαρτόκωι ἢ οἷς ἂν | |
| 15 | Σπάρτοκος συντάσσηι, καθ’ ὃ ἂν |
| δύνηται· ἐξαγαγέτωσαν δὲ οἱ | |
| Βερενίκης υἱοὶ ἐκ τοῦ ἱεροῦ τῶν | |
| θεῶν τῶν Σαμοθραικίων, ἐφ’ ὧι | |
| ἀδικήσουσι Ἐπιμένηγ κατὰ | |
| 20 | μηθένα τρόπομ μηθέν, ἀλλὰ |
| παραδότωσαν Σπαρτόκωι αὐτὸν | |
| καὶ τὰ ὑπάρχοντα αὐτοῦ· μηδὲ | |
| τῶν ὑπαρχόντων μηδὲμ περι- | |
| αιρείσθωσαν μηθὲν ἀδικοῦντι· | |
| 25 | ἐὰν δέ τι φαίνηται ἀδικῶν, ὑπὲρ |
| τούτων ἐπιγνώμων ἔστω Σπάρτοκος· | |
| τὸν δὲ ὅρκον τοῦτον γραφῆναι | |
| ε̣ἰστήλας λιθίνας καὶ ἀνατεθῆναι | |
| [ἐ]μ μὲγ Καβύληι εἰς τὸ Φωσφόριον καὶ | |
| 30 | εἰς τὴν ἀγορὰν παρὰ τὸμ βωμὸν τὸν |
| τοῦ Ἀπόλλωνος, ἐν δὲ Σευθοπόλει εἰς τὸ | |
| ἱερὸν τῶν Θεῶν τῶν Μεγάλων καὶ | |
| εἰς τὴν ἀγορὰν ἐν τῶι τοῦ Διονύσου ἱ[ερῶι] | |
| παρὰ τὸν βωμόν· εὐορκοῦσιν δὲ καὶ | |
| 35 | ἐ̣μμένουσιν ἐν τοῖς ὅρκοις εἴη αὐτ[οῖς] |
| λώιογ καὶ ἄμεινον, παρὰ δὲ Βερενίκης | |
| εἶναι αὐτῶι τοὺς ἀρχαίους ὅρκους. |