[ ] Thrace — Augusta Traiana (Stara Zagora) — Seuthopolis (Kazanlak) — ca. 300-280 BC — IGBulg III,2 1731 [= ll. 27-34] — Chiron 24 (1994) 241-266 (Elvers)
See also:
1 ἀγαθῆι τύχηι· ὅρκος Ἐπιμένει
Βερενίκης καὶ τῶν υἱῶν· ἐπειδὴ
Σεύθης ὑγιαίνων παρέδωκεν
Ἐπιμένην Σπαρτόκωι καὶ τὰ
5 ὑπάρχοντα αὐτοῦ καὶ Σπάρτοκος
ἐπὶ τούτοις τὰ πιστὰ ἔδωκεν
αὐτῶι, δεδόχθαι Βερενίκῃ καὶ τοῖς
υἱοῖς αὐτῆς Εβρυζελμει καὶ Τηρει
καὶ Σατοκωι καὶ Σαδαλαι καὶ τοῖς
10 [․c.3-5․]εσομένοις δεδόσθαι Ἐπιμένην
[Σπαρ]τόκωι, αὐτὸν καὶ τὰ ὑπάρχοντα
αὐτοῦ εἰς ἅπαντα τὸν βίον {²⁷τὸμ βίον(?) (photo)}²⁷,
παρέχεσθαι δὲ καὶ Ἐπιμένην τὴν
χρείαν Σπαρτόκωι ἢ οἷς ἂν
15 Σπάρτοκος συντάσσηι, καθ’ ὃ ἂν
δύνηται· ἐξαγαγέτωσαν δὲ οἱ
Βερενίκης υἱοὶ ἐκ τοῦ ἱεροῦ τῶν
θεῶν τῶν Σαμοθραικίων, ἐφ’ ὧι
ἀδικήσουσι Ἐπιμένηγ κατὰ
20 μηθένα τρόπομ μηθέν, ἀλλὰ
παραδότωσαν Σπαρτόκωι αὐτὸν
καὶ τὰ ὑπάρχοντα αὐτοῦ· μηδὲ
τῶν ὑπαρχόντων μηδὲμ περι-
αιρείσθωσαν μηθὲν ἀδικοῦντι·
25 ἐὰν δέ τι φαίνηται ἀδικῶν, ὑπὲρ
τούτων ἐπιγνώμων ἔστω Σπάρτοκος·
τὸν δὲ ὅρκον τοῦτον γραφῆναι
ε̣ἰστήλας λιθίνας καὶ ἀνατεθῆναι
[ἐ]μ μὲγ Καβύληι εἰς τὸ Φωσφόριον καὶ
30 εἰς τὴν ἀγορὰν παρὰ τὸμ βωμὸν τὸν
τοῦ Ἀπόλλωνος, ἐν δὲ Σευθοπόλει εἰς τὸ
ἱερὸν τῶν Θεῶν τῶν Μεγάλων καὶ
εἰς τὴν ἀγορὰν ἐν τῶι τοῦ Διονύσου ἱ[ερῶι]
παρὰ τὸν βωμόν· εὐορκοῦσιν δὲ καὶ
35 ἐ̣μμένουσιν ἐν τοῖς ὅρκοις εἴη αὐτ[οῖς]
λώιογ καὶ ἄμεινον, παρὰ δὲ Βερενίκης
εἶναι αὐτῶι τοὺς ἀρχαίους ὅρκους.
Search Help