Honorary decree of the Magnesian League for Polemaios, son of Harpagion,
of Kalydon. Composite text, including readings from a similar decree of the
League for Hipparchos, son of Eurynomos, of Chalkis (SEG 30.533).
[ ]
Thessalia (Magnesia) — Magnesian League — ca. 120-115 BC — SEG 12.306,b + SEG 30.533B (composite text) — Praestant Interna. Festschrift U. Hausmann (1982) 384-387 (C. Habicht)
See also:
b+.14 | ... ἐπεὶ Πολεμαῖος Ἁρπαγίωνος Καλυδώνιος, ἀνὴρ καλὸς καὶ ἀγαθός, |
15 | εὐνόως διακείμενος πρὸς πάντας Μάγνητας πειρᾶται καθ’ ὅσον ἐ- |
στὶν δυνατὸς ἀεί τινος ἀγαθοῦ παραίτιος γίνεσθα̣ι̣, κατὰ κοινόν | |
τε καὶ κατ’ ἰδίαν ἑκάστωι ἡμῶν εὔχρηστον παρεχόμενος αὑτὸν | |
τοῖς χρείαν ἔχουσιν· ἵνα οὖν κ[αὶ] Μάγνητες ε̣ὐ̣[χά]ρ̣ι̣σ̣τ̣ο[ι ὄντ]ες | |
φαίνωνται καὶ τιμῶντες το[ὺ]ς̣ ἀ[νδραγαθή]σ̣αν[τας, δεδόχθαι τοῖς] | |
20 | συνέδροις ἐπ[α]ι[νέ]σα̣ι̣ τε [Πολ]ε[μαῖον Ἁρ]π̣αγ[ίωνος Καλυ]- |
δών[ιον] ἐπ̣ὶ [τούτοις] καὶ δεδόσθαι αὐτῶι καὶ ἐκγόνοις παρὰ τῶν | |
Μαγνήτων [προξ]ενίαν καὶ τἆλλα τίμια καὶ φιλάνθρωπα ὅσα | |
καὶ τοῖς ἄλ[λοις προ]ξένοις ἡμῶν ὑπάρχει· ἵνα δὲ κα[ὶ — — —] |