Two honorary decrees, (a) of Demetrias for three judges and (b) of the
Magnesian League for Polemaios, son of Harpagion, of Kalydon.
Marble block.
a | {²decretum "a" in lapide superiore nunc perdito inceptum est}² |
καὶ τοὺς νόμους· δίκαιον δέ ἐστιν καὶ καλῶς ἔχον ἐ̣π̣[ιμέλειαν ποιεῖσθαι] | |
τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν καὶ μὴ λείπεσθαι ἐγ̣ [χάριτος ἀποδόσει] | |
ἵνα καὶ ἕτεροι θεωροῦντες τιμωμένους τοὺς τοιο[ύτους ἄνδρας καλῶς] | |
καὶ δικαίως ἄρχειν παρορμῶσιν· δεδόχθαι τῆι βουλῆ[ι· ἐπαινέσαι τε αὐ]- | |
5 | τοὺς ἐπὶ τούτοις καὶ στεφανῶσαι ἕκαστον αὐτῶν [θαλλοῦ στεφάνωι] |
καὶ εἰκόνι χαλκῆι· σταθῆναι δὲ τὰς εἰκόνας ἐν ὧι ἂ[ν αὐτοὶ αἱρῶνται] | |
τῆς πόλεως τόπωι, γενομένης ἐπιγραφῆς· ἡ πόλις [ἡ Δημητριέων Λυσί]- | |
αν Ζωΐλου, Διονύσιον Μόσχου, Ἀλέξανδρον Μενίσκ[ου στρατηγήσαν]- | |
τας ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑτήν· ἀνα[γραφῆναι δὲ καὶ τοῦ] | |
10 | ψηφίσματος τὸ ἀντίγραφον ἐν τῆι ἱερᾶι ἀγορᾶι εἰς τὸ ν[ομοφυλάκιον?]· |
ἔδοξεν· ἔδοξεν καὶ τῆι ἐκκλησίαι. | |
b.12 | στρατηγοῦντος Ἱστιαίου τοῦ Νίκωνος· μηνὸς Ἀφροδισιῶνο̣[ς δεκάτηι· Σῖ?]- |
μος Δίωνος καὶ Σώτιμος Ἀριστομάχου ὁ γραμματεὺς [τῶν συνέδρων] | |
εἶπαν· ἐπεὶ Πολεμαῖος Ἁρπαγίωνος Καλυδώνιος ἀν̣ε̣[․․7-8․․․ {²⁷ἀν̣ε̣[γκλήτως?] (Woodward)}²⁷ καὶ] | |
15 | εὐνόως διακείμενος πρὸς πάντας Μάγνητας πειρ̣[ᾶται ἐφ’ ὅσον ἐ]- |
στὶν δυνατὸς ἀεί τινος ἀγαθοῦ παραίτιος γίνε[σθαι κοινεῖ] | |
τε καὶ κατ’ ἰδίαν ἑκάστωι ἡμῶν εὔχ̣ρησ̣τον πα̣[ρέχων ἑαυτὸν πᾶσιν] | |
τοῖς χρείαν ἔχουσιν· ἵνα οὖν κ̣[αὶ Μάγ]νητ̣ες̣ ε̣ὐ̣[χάριστοι ὄντες] | |
φαίνωνται κα[ὶ] τιμῶντες̣ το[ὺ]ς̣ [εὐεργέτα]ς α̣ὐ̣[τῶν· δεδόχθαι τοῖς] | |
20 | συνέδροις· ἐπ[α]ι[νέ]σ[αι] τ̣[ε Πολ]ε[μαῖον Ἁρ]π̣αγ̣[ίωνος Καλυ]- |
δών[ιον] ἐπ̣ὶ [τούτοις — — — — — — — καὶ δεδόσθ?]αι αὐ̣[τῶι] | |
[προξενίαν — — — — — — — — — — — — — — καὶ] τὰ ἄ[λλα] | |
[τίμια ὅσα ὑπάρχει τοῖς προξένοις καὶ εὐεργέταις — — — —] |