Treaty between Maroneia and Rome.  Stele of local stone.
[ ] Thrace — Maroneia — 167 BC — Thrakike Epeteris 4 (1983) 419-446 — SEG 35.823; cf. 37.611 — SEG 53.658 (ll. 1-10); cf. 55.743
1 [ἱ]ερέω̣[ς Διονύσου τοῦ δεῖνος τοῦ δεῖνος],
πρεσβε[υσάντων τοῦ δεῖνος τοῦ δεῖνος],
Ἐπιγόνου το̣[ῦ δεῖνος, τοῦ δεῖνος τοῦ δεῖνος],
Μητροφάνου τ̣ο̣[ῦ δεῖνος, τοῦ δεῖνος]
5 τοῦ Ἀθήνεω, Ἀγαθομ̣[ένους τοῦ δεῖνος],
Πυθίωνος τοῦ Ἡραγόρου̣· π̣[ρὸς τὸν δῆμον τὸν]
Ῥωμαίων καὶ τὸν δῆμον τὸν Μ̣[αρωνιτῶν καὶ τὸν]
Αἰνίων, τοὺς κεκριμένους ὑπὸ Λευκίο[υ Αἰμιλίου {²⁷Παύλου}²⁷]
ἐλευθέρους καὶ πολιτευομένους μετ̣’ [αὐ]-
10 τῶν· φιλία καὶ συμμαχία καλὴ ἔστω καὶ κατὰ
γῆν καὶ κατὰ θάλασσαν εἰς τὸν ἅπαντα χρόνον
πόλεμος δὲ μὴ ἔστω· ὁ δῆμος ὁ τῶν Μαρων[ι]-
τῶν τοὺς πολεμίους καὶ ἀντιπολεμίους τοῦ
δήμου τοῦ Ῥωμαίων διὰ τῆς ἰδίας χώρας καὶ ἧς
15 [ἂν] αὐτοὶ κρατῶσιν μὴ διιέτωσαν δημοσίαι βο[υ]-
λῆι δόλωι πονηρῶι, ὥστε τῶι δήμωι τῶι Ῥω-
μαίων καὶ τοῖς ὑπ’ αὐτοὺς τασσομένοις πόλεμον
ἐκφέρωσιν, μήτε αὐτοὺς σίτωι μήτε ὅπλοις μή-
τε ναυσὶν μήτε χρήμασιν χορηγείτωσαν δημοσί[αι]
20 βουλῆι δόλωι πονηρῶι, ὥστε τῶι δήμωι τῶι Ῥω-
μαίων πόλεμον ἐκφέρωσιν· ὁ δῆμος ὁ τῶν Ῥωμαί-
ων τοὺς πολεμίους καὶ ἀντιπολεμίους τοῦ δήμου
τοῦ Μαρωνιτῶν διὰ τῆς ἰδίας χώρας καὶ ἧς ἂν αὐτοὶ
κρατῶσιν μὴ διιέτωσαν δημοσίαι βουλῆι δόλωι πο-
25 νηρῶι, ὥστε τῶι δήμωι τῶι Μαρωνιτῶν καὶ τοῖς ὑ-
π’ αὐτοὺς τασσομένοις πόλεμον ἐκφέρωσιν· μήτε
αὐτοὺς σίτωι μήτε ὅπλοις μήτε ναυσὶν μήτε χρήμα-
σιν χορηγείτωσαν δημοσίαι βουλῆι δόλωι πονηρῶι
τοῦ δήμου τοῦ Ῥωμαίων, ὥστε τῶι δήμωι τῶι Μαρωνι-
30 τῶν πόλεμον ἐκφέρωσιν· ἐάν τις πρότερος ἐκφέρηι τῶι
δήμωι τῶν Ῥωμαίων ἢ τοῖς ὑπὸ Ῥωμαίους τασσομένοις̣
τότε ὁ δῆμος ὁ τῶν Μαρωνιτῶν τῶι δήμωι τῶν Ῥωμαί-
ων κατὰ τὸ εὔκαιρον βοηθείτω· ἐάν τις πρότερος πόλε-
μον ἐκφέρηι τῶι δήμωι τῶν Μαρωνιτῶν ἢ τοῖς ὑπὸ Μαρω-
35 νίτας τασσομένοις, τότε ὁ δῆμος ὁ τῶν Ῥωμαίων τῶι δή-
μωι τῶι Μαρωνιτῶν κατὰ τὸ εὔκαιρον βοηθείτω· ἐάν τι
πρὸς ταύτην τὴν συμμαχίαν προσθεῖναι ἢ ἐξελεῖν ὁ δῆ-
μος ὁ τῶν Ῥωμαίων καὶ ὁ δῆμος ὁ τῶν Μαρωνιτῶν βούλων-
ται, κοινῇ βουλῆι ἑκατέρων βουλομένων ἐξέστω καὶ ὃ ἂν προ-
40 σθῶσιν, τοῦτο ἐν τῆι συμ<μ>αχίαι ἐνέστω, ὃ δὲ ἐὰν ἐξέλωσιν,
τοῦτο ἐν τῆι συμμαχίαι μὴ ἐνέστω. ταύτην τὴν συμμαχίαν γραφῆ-
ναι εἰς χάλκωμα καὶ ἀνατεθῆναι ἐμ μὲν Ῥώμῃ ἐν τῷ Καπετωλίῳ
ἐν δὲ Μαρωνείαι ἐν τῶι Διονυσίωι.
Search Help
Contact Us