[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — ca. 250 BC — REG 112 (1999) 17-36,2
— — — — — — — — — — — — — — — | |
1 | — — —ΙΟΥ#⁷Υ— — — — — — — — —ΝΙΩΙΓΑΙΤΟΥΜ |
․․Σ․․․ΣΣΥ․․․․․․ΟΥΝΑΙ․․ΛΟ․․Μυλασεῦσι | |
τοὺς πατρίους νόμους· τύχηι τῆι ἀγαθῆι· ἐπαινέ- | |
σαι τὸν δῆμον τὸν Κολοφωνίων ἐπὶ τῆι αἱρέσει | |
5 | ἣν [ἔχων εἰ]ς τὸν δῆμον τυγχάνει καὶ ἐπὶ τῶι τοι- |
ούτους ἄνδρας προχειρίσασθαι, ἐπαινέσαι δὲ | |
καὶ τοὺς δικαστὰς Φιλιστῆ, Ἡλιόδωρον, Νικό- | |
στρατον, Ἡγησίτιμον, Ξενοκλῆν ἀρετῆς ἕνε- | |
κεν καὶ δικαιοσύνης· δεδόσθαι δὲ αὐτοῖς κα[ὶ] | |
10 | ἐκγόνοις πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι τῶν λοι- |
πῶ̣ν πολιτῶν· εἶναι δὲ αὐτοὺς καὶ προξέ- | |
νους τοῦ δήμου· ὑπάρχειν δὲ αὐτοῖς, | |
ὅταν ὁ δῆμος γυμνικὸν ἢ μουσικὸν ἀγῶ- | |
να συντελῇ, προεδρίαν οὖσιν εὐεργέ- | |
15 | ταις· δεδόσθαι δὲ αὐτοῖς καὶ ἀτέλειαν |
εἰς πάντα τὸν [χ]ρό̣ν<ον> ὧν ὁ δῆ<μ>ος ἐστὶ κύρι- | |
ος· ἵνα δὲ τι[μῶν]ται Κολοφώνιοι καὶ συμφα- | |
νεῖς ὦσι Μυλασε[ῖ]ς πᾶσι τοῖς τε ν<ῦν> οὖσιν | |
τοῖς τε ἐπιγινομένοις ὅτι ἐπίστανται | |
20 | χάριν ἀποδιδόναι τοῖς αὐτὸν εὐεργε- |
τήσασιν ἀξίαν τῶν εὐεργεσιῶν, vvvvv | |
ἀναγράψαι {δὲ} τόδε τὸ ψήφισμα τοὺς vv | |
πράκτορας καὶ ταμίας κατὰ τὸν νόμο[ν] | |
[ἐ]ν τῶι ἱερῶι τοῦ Διὸς οὗ καὶ τοὺς λ̣οιπ[οὺς] | |
25 | εὐεργέτας ἐν τῶι ἐπιφανεστάτωι vvvv |
τόπωι· ἑλέσθαι δὲ καὶ πρεσβευτήν, τῶν | |
πολιτῶν, ὃς ἀφικόμενος εἰς Κολοφῶνα | |
τό τε ψήφισμα ἀποδώσει Κολοφωνίοις καὶ | |
ἐπαινέσει αὐτοὺς ὑπὲρ τοῦ δήμου καὶ vvv | |
30 | τοὺς ἀποσταλέντας δικαστάς. γνώμη ἀρ- |
χόντων· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- | |
μωι συντελεῖσθαι τοῖς δικασταῖς καὶ τῶι | |
δήμωι τῶι Κολοφωνίων καθάπερ Ἰάσων | |
εἰσεγράψατο. ᾑρέθη πρεσβευτής· vvv | |
35 | vvv Εἰρηναῖος Ἰάσονος. |