[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — ca. 250 BC — REG 112 (1999) 17-36,2
— — — — — — — — — — — — — — —
1 — — —ΙΟΥ#⁷Υ— — — — — — — — —ΝΙΩΙΓΑΙΤΟΥΜ
․․Σ․․․ΣΣΥ․․․․․․ΟΥΝΑΙ․․ΛΟ․․Μυλασεῦσι
τοὺς πατρίους νόμους· τύχηι τῆι ἀγαθῆι· ἐπαινέ-
σαι τὸν δῆμον τὸν Κολοφωνίων ἐπὶ τῆι αἱρέσει
5 ἣν [ἔχων εἰ]ς τὸν δῆμον τυγχάνει καὶ ἐπὶ τῶι τοι-
ούτους ἄνδρας προχειρίσασθαι, ἐπαινέσαι δὲ
καὶ τοὺς δικαστὰς Φιλιστῆ, Ἡλιόδωρον, Νικό-
στρατον, Ἡγησίτιμον, Ξενοκλῆν ἀρετῆς ἕνε-
κεν καὶ δικαιοσύνης· δεδόσθαι δὲ αὐτοῖς κα[ὶ]
10 ἐκγόνοις πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι τῶν λοι-
πῶ̣ν πολιτῶν· εἶναι δὲ αὐτοὺς καὶ προξέ-
νους τοῦ δήμου· ὑπάρχειν δὲ αὐτοῖς,
ὅταν ὁ δῆμος γυμνικὸν ἢ μουσικὸν ἀγῶ-
να συντελῇ, προεδρίαν οὖσιν εὐεργέ-
15 ταις· δεδόσθαι δὲ αὐτοῖς καὶ ἀτέλειαν
εἰς πάντα τὸν [χ]ρό̣ν<ον> ὧν ὁ δῆ<μ>ος ἐστὶ κύρι-
ος· ἵνα δὲ τι[μῶν]ται Κολοφώνιοι καὶ συμφα-
νεῖς ὦσι Μυλασε[ῖ]ς πᾶσι τοῖς τε ν<ῦν> οὖσιν
τοῖς τε ἐπιγινομένοις ὅτι ἐπίστανται
20 χάριν ἀποδιδόναι τοῖς αὐτὸν εὐεργε-
τήσασιν ἀξίαν τῶν εὐεργεσιῶν, vvvvv
ἀναγράψαι {δὲ} τόδε τὸ ψήφισμα τοὺς vv
πράκτορας καὶ ταμίας κατὰ τὸν νόμο[ν]
[ἐ]ν τῶι ἱερῶι τοῦ Διὸς οὗ καὶ τοὺς λ̣οιπ[οὺς]
25 εὐεργέτας ἐν τῶι ἐπιφανεστάτωι vvvv
τόπωι· ἑλέσθαι δὲ καὶ πρεσβευτήν, τῶν
πολιτῶν, ὃς ἀφικόμενος εἰς Κολοφῶνα
τό τε ψήφισμα ἀποδώσει Κολοφωνίοις καὶ
ἐπαινέσει αὐτοὺς ὑπὲρ τοῦ δήμου καὶ vvv
30 τοὺς ἀποσταλέντας δικαστάς. γνώμη ἀρ-
χόντων· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
μωι συντελεῖσθαι τοῖς δικασταῖς καὶ τῶι
δήμωι τῶι Κολοφωνίων καθάπερ Ἰάσων
εἰσεγράψατο. ᾑρέθη πρεσβευτής· vvv
35 vvv Εἰρηναῖος Ἰάσονος.
Search Help