[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — 3rd c. BC — Preatti XI Congr., 1997.175-179 [2] w/ Handout
33 ἐπὶ Σιττᾶδος, μηνὸς Μεταγειτνιῶνος ἑ[βδό]-
μῃ ἀνομένου· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, Ξο[ῦ]-
35 τος ἐπεψήφισε, γνώμη τῶν ἐπιμηνίων· ὅπως ἂν μη[θεὶς]
τῶν πολιτῶν ἀποτίνῃ τέλη παρὰ τὸ δίκαιον, δεδόχθαι τῆι
βουλῆι καὶ τῶι δήμωι· ἐάν τις δίκην τελωνικὴν [ἐπι]-
δικάζηταί τινος Κολοφωνίων τῶν κατοικούντων
ἐν Νοτίωι ἢ Κολοφῶνι{οι} <ἢ> τοῖς φρουρίοις τοῖς Κολοφωνίων
40 πλὴν ὅσοι γράφωνται ἐν Νοτίωι ἢ ἐν Κολοφῶνι, {²vac.}²
ὀφείλειν τὸν ἐπιδικασάμενον ἡμιόλιον τὸ ἀργύριον
ἐὰν καταδικά<ζ>ηται· τὴν δὲ πρᾶξιν εἶναι παρ’ αὐτ[οῦ]
καθάπερ ἐγ δίκης δεδικασμένης ἀδ<ί>κ{ι}ου {²⁶ἀδίκου}²⁶ {²vac.}²
ἀφαιρέσεως· ὀφείλειν δὲ αὐτὸν καὶ τῶι θεῶι {²vac.}²
45 δραχμὰς χιλίας· φαινέτω δὲ ὁ βουλόμενος ἐπὶ [τῶι]
ἡμίσει.
Search Help