[ ]
Att. — Rhamnous — bef. 236/5 BC — PAE 1989.31,15
| 1 | [Ἐ]λπίνικος Μνησίππου Ῥαμνούσιος |
| εἶπεν· ἐπειδὴ ὁ βασιλεὺς Ἀντίγονο- | |
| ς καὶ σωτὴρ τοῦ δήμου, διατελεῖ εὐ̣ερ̣- | |
| <γ>ετῶν τὸν δῆμον τὸν Ἀθηναίων κ[α]- | |
| 5 | ὶ διὰ ταῦτα αὐτὸν ὁ δῆμος ἐτίμησεν {τι} |
| τιμαῖς ἰσοθέοις, τύχει ἀγαθεῖ, δεδόχθαι | |
| [Ῥ]αμνουσίοις θύειν αὐτῶι τεῖ ἐνάτει ἐπὶ | |
| δ̣έκα τοῦ Ἑκατονβαιῶνος, τῶν μεγάλ- | |
| ων Νεμεσίων τῶι γυμνικῶι ἀγῶνι | |
| 10 | καὶ στεφανηφορεῖν, πόρον δὲ ὑπάρχ[ε]- |
| [ιν] τοῖς δημόταις εἰς τὴν θυσίαν τ[ὸ γε]- | |
| [νό]μενον αὐτοῖς ἀγοραστικόν· τ[ῆς θυ]- | |
| σίας ἐπιμελῖσθαι τὸν δήμ[αρχον κ]- | |
| [αὶ τὸ]ν ταμίαν τὸν ἀεὶ καθι[στάμε]- | |
| 15 | [νον· ἀ]ναγράψαι δὲ τόδε [τὸ ψήφισμα] |
| [ἐν στήλει λιθ]ίνει καὶ στ̣[ῆσαι οὗ] | |
| [ἂν δοκῆι τῶι] β<α>σιλε[ῖ Ἀντιγόνωι] | |
| [— — — — —]ΕΙΛΙΗ[— — — — — — — — —] | |
| [— — — — —]ΛΙ․ΙΑΡ[— — — — — — — —] | |
| 20 | [— — — — —]ΕΙΣΙΣ[— — — — — — — — —] |