[ ] Att. — Rhamnous — bef. 236/5 BC — PAE 1989.31,15
1 [Ἐ]λπίνικος Μνησίππου Ῥαμνούσιος
εἶπεν· ἐπειδὴ ὁ βασιλεὺς Ἀντίγονο-
ς καὶ σωτὴρ τοῦ δήμου, διατελεῖ εὐ̣ερ̣-
<γ>ετῶν τὸν δῆμον τὸν Ἀθηναίων κ[α]-
5 ὶ διὰ ταῦτα αὐτὸν ὁ δῆμος ἐτίμησεν {τι}
τιμαῖς ἰσοθέοις, τύχει ἀγαθεῖ, δεδόχθαι
[Ῥ]αμνουσίοις θύειν αὐτῶι τεῖ ἐνάτει ἐπὶ
δ̣έκα τοῦ Ἑκατονβαιῶνος, τῶν μεγάλ-
ων Νεμεσίων τῶι γυμνικῶι ἀγῶνι
10 καὶ στεφανηφορεῖν, πόρον δὲ ὑπάρχ[ε]-
[ιν] τοῖς δημόταις εἰς τὴν θυσίαν τ[ὸ γε]-
[νό]μενον αὐτοῖς ἀγοραστικόν· τ[ῆς θυ]-
σίας ἐπιμελῖσθαι τὸν δήμ[αρχον κ]-
[αὶ τὸ]ν ταμίαν τὸν ἀεὶ καθι[στάμε]-
15 [νον· ἀ]ναγράψαι δὲ τόδε [τὸ ψήφισμα]
[ἐν στήλει λιθ]ίνει καὶ στ̣[ῆσαι οὗ]
[ἂν δοκῆι τῶι] β<α>σιλε[ῖ Ἀντιγόνωι]
[— — — — —]ΕΙΛΙΗ[— — — — — — — — —]
[— — — — —]ΛΙ․ΙΑΡ[— — — — — — — —]
20 [— — — — —]ΕΙΣΙΣ[— — — — — — — — —]
Search Help
Contact Us