| 1 | ὁ δῆμος |
| Καλλίαν | |
| Θυμοχάρου | |
| Σφήττιον. | |
| 5 | ἐπὶ Σωσιστράτου ἄρχοντος ἐπὶ τῆς Πανδιονίδος ἕκκτης |
| πρυτανείας εἷ Ἀθηνόδωρος Γοργίππου Ἀχαρνεὺς ἐγραμμ- | |
| άτευεν· Ποσιδεῶνος ὀγδόει ἐπὶ δέκα, μιᾶι κ[α]ὶ εἰκοστε[ῖ τ]- | |
| ῆς πρυτανείας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφιζε- | |
| ν Ἐπιχάρης Φειδοστράτου Ἐρχιεὺς καὶ συμπρόεδροι· | |
| 10 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· |
| Εὐχάρης Εὐάρχου Κονθυλῆθεν εἶπεν· ἐπειδὴ Κ̣αλλία[ς], | |
| γενομένης τῆς ἐπαναστάσεως ὑπὸ τοῦ δήμου ἐπὶ το- | |
| ὺς κατέχοντας τὴν πόλιν καὶ τοὺς μὲν ἐκ τοῦ ἄστεως | |
| στρατιώτας ἐγβαλόντος, τοῦ δὲ φρουρίου τοῦ ἐν τῶι | |
| 15 | Μουσείωι ἔτι κατεχομένου καὶ τῆς χώρας ἐμ πολέμω- |
| ι οὔσης ὑπὸ τῶν ἐκ τοῦ Πειραέως, καὶ Δημητρίου παρα- | |
| γιγνομένου ἐκ Πελοποννήσου μετὰ τοῦ στρατοπέδο- | |
| υ ἐπὶ τὸ ἄστυ, πυθόμενος Καλλίας τὸν κίνδυνον τὸν π- | |
| ερὶ τὴν πόλιν καὶ ἐπιλεξάμενος τῶν στρατιωτῶν χι- | |
| 20 | λίους τῶν μεθ’ αὑτοῦ τεταγμένων ἐν Ἄνδρωι καὶ ἀναδ- |
| οὺς ὀψώνια αὐτοῖς καὶ σιτομετρήσας παρεγένετο βο- | |
| ηθῶν εὐθὺς εἰς τὸ ἄστυ τῶι δήμωι ἀκόλουθα πράττων τεῖ τοῦ | |
| βασιλέως Πτολεμαίου πρὸς τὸν δῆμον εὐνοίαι, καὶ ἐξά- | |
| γων εἰς τὴν χώραν τοὺς στρατιώτας τοὺς μεθ’ αὑτοῦ προ- | |
| 25 | εκάθητο τῆς τοῦ σίτου συνκομιδῆς πάσαν ποιούμενος |
| σπουδὴν ὅπως ἂν εἰς τὴν πόλιν σῖτος ὡς πλεῖστος εἰσκ- | |
| ομισθεῖ· καὶ ἐπειδὴ παραγενόμενος Δημήτριος καὶ πε- | |
| ριστρατοπεδεύσας ἐπολιόρκει τὸ ἄστυ, ἀγωνιζόμενο- | |
| ς ὑπὲρ τοῦ δήμου Καλλίας καὶ ἐπεξιὼν μετὰ τῶν στρατι- | |
| 30 | ωτῶν τῶν μεθ’ αὑτοῦ καὶ τραυματίας γενόμενος κίνδυ- |
| νον οὐθένα ὑποστελλόμενος οὐδὲ ἐν ἑνὶ καιρῶι ἕνεκα | |
| τῆς τοῦ δήμου σωτηρίας· καὶ τοῦ βασιλ{ιλ}έως {²⁶βασιλέως}²⁶ Πτολεμαί- | |
| ου ἀποστείλαντος Σώστρατον τὰ συμφέροντα πράξοντ- | |
| α τεῖ πόλει, καὶ Σωστράτου μεταπεμπομένου πρεσβεία- | |
| 35 | ν πρὸς ἑαυτὸν εἰς Πειραιᾶ μεθ’ ἧς συνθήσει τὰ περὶ τὴν |
| εἰρήνην ὑπὲρ τῆς πόλεως πρὸς Δημήτριον, ὑπακούσας ε- | |
| ἰς ταῦτα τοῖστρατηγοῖς {²⁶τοῖς στρατηγοῖς}²⁶ καὶ τεῖ βουλεῖ Καλλίας καὶ π- | |
| ρεσβεύων ὑπὲρ τοῦ δήμου καὶ [π]άντα πράττων τὰ συμφέρ- | |
| οντα τεῖ πόλει, καὶ συμπαραμ[ε]ίνας ἐν τῶι ἄστει μετὰ τ- | |
| 40 | ῶν στρατιωτῶν ἕως ἡ εἰρήνη σ[υ]νετελέσθη, καὶ ἀναπλεύσ- |
| {σ}ας {²⁶ἀναπλεύσας}²⁶ πρὸς τὸν βασιλέα Πτολεμαῖον ταῖς πρεσβείαις τα- | |
| ῖς ἀποστελλομέναις ὑπὸ τοῦ δήμου συναγωνιζόμενος | |
| εἰς πάντα καὶ συνεργῶν εἰς τὰ συμφέροντα τεῖ πόλει· κ- | |
| αὶ παραλαβόντος τὴν βασιλε[ί]αν Πτολεμαίου τοῦ νεωτ- | |
| 45 | έρου βασιλέως ἐπιδημήσας ε[ἰ]ς τὸ ἄστυ Καλλίας, καὶ τῶ- |
| ν στρατηγῶν καλεσάντων αὐτ[ὸ]ν καὶ ἐμφανιζ̣όντων τὰ | |
| κατὰ τὴν πόλιν ἐν οἷς ἦν καὶ παρακαλούντω[ν] αὐτὸν σπου- | |
| δάσαι ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα Πτ[ο]λεμαῖον ὅ[π]- | |
| ως ἂν βοήθειά τις γένηται τὴν ταχ[ί]στην εἰς τὸ ἄστυ σίτ- | |
| 50 | ωι καὶ χρήμασιν, καὶ ἀναπλεύσα[ς] αὐτὸς ἰδί<α>ι Καλλίας |
| εἰς Κύπρον καὶ ἐντυχὼν ἐκεῖ τῶ[ι β]ασιλεῖ φιλοτίμως ὑ- | |
| πὲρ τῆς πόλεως ἐκόμισεν τῶι δήμωι ἀργυρίου μὲν τάλαν- | |
| τα πεντήκοντα, πυρῶν δὲ δισμυρίους μεδίμνους δωρεὰν | |
| οἳ παρεμετρήθησαν ἐγ Δήλου τοῖς ἀποσταλεῖσιν ὑπὸ τ[ο]- | |
| 55 | ῦ δήμου. καὶ ὡς ὁ βασιλεὺς πρῶτον ἐπόει τὰ̣ Πτο[λ]εμαῖα τ[ὴ]- |
| ν θυσίαν καὶ τοὺς ἀγῶνας τῶι πατ[ρί], ψηφι[σ]α[μένου τ]οῦ̣ [δή]- | |
| μου θεωρίαν πέμπειν καὶ ἀξιώσαν̣τ̣ος ὑπακ[οῦσαι Καλλί]- | |
| αν ἀρχεθέωρον καὶ ἀγαγεῖν ὑπὲρ τ[ο]ῦ δήμου [τὴν θεωρίαν, ὑ]- | |
| πακούσας εἰς ταῦτα φιλοτίμως Κ[αλ]λίας κα̣[ὶ τὰς ἐψηφισ]- | |
| 60 | μένας αὐτῶι ὑπὸ τοῦ δήμου εἰς τὴν ἀρχεθεω[ρίαν πεντήκον]- |
| τα μνᾶς ἀφεὶς καὶ ἐπιδοὺς τῶι δή̣[μωι], αὐτὸ[ς τὴν μὲν θεωρία]- | |
| ν ἀγαγὼν ἐκ τῶν ἰδίων καλῶς καὶ ἀ[ξίως] τοῦ δ̣[ή]μου, [τῆς δὲ] θ̣- | |
| υσίας ἐπιμεληθεὶς ὑπὲρ τῆς πόλεω[ς] καὶ τῶν ἄλλω̣[ν] ἁπ̣ά̣[ντ]- | |
| ων ὧν προσῆκεν μετὰ τῶν θ̣ε̣ω[ρ]ῶ̣ν· κ[αὶ τ]οῦ δήμ[ο]υ τότε [πρῶτο]- | |
| 65 | ν τὰ Παναθήναια τεῖ Ἀρχηγέτι[δι] μέλλοντος π̣ο̣[εῖν] ἀ[φ’] ο̣[ὗ τ]- |
| ὸ ἄστυ ἐκεκόμιστο, διαλεχθεὶς τῶι βασιλεῖ Κ̣[αλλίας ὑπὲ]- | |
| ρ τῶν ὅπλων ὧν εἰς τὸν πέπλον ἔδει παρασκευάσ̣α̣ι̣ [καὶ ἐπι]- | |
| δόντος τεῖ πόλει τοῦ βασιλ{ι}έως {²⁶βασιλέως}²⁶ ἐ[σ]πούδ̣ασεν ὅπ[ως ἂν ὡς] | |
| βέλτιστα τεῖ θεῶι γένηται καὶ οἱ θ[ε]ωροὶ̣ οἱ με̣θ̣’ [αὑτοῦ χε]- | |
| 70 | ιροτονηθέντες εὐθὺς ἀποκομίζωσ[ιν] ἐ̣[ν]ταῦ[θα τὰ ὅπλα· καὶ] |
| νῦν ἐν Ἁλικαρνασσῶι καθηστηκὼς ὑ[π]ὸ τ[οῦ βασιλέως Πτολ]- | |
| εμαίου Καλλίας διατελεῖ φιλοτιμο[ύ]μενο[ς πρός τε τὰς π]- | |
| ρεσβείας καὶ τὰς θεωρίας τὰς ὑπὸ το[ῦ] δήμ[ου πρὸς τὸν βασ]- | |
| ιλέα Πτολεμαῖον ἀποστελλομένας, καὶ ἰ̣δ̣ί[αι ἑ]κ̣[άστου τῶν] | |
| 75 | πολιτῶν τῶν τε παραγιγνομένων πρὸς αὐτὸν [τὴν πᾶσαν ἐπ]- |
| ιμέλειαν ποιούμενος καὶ τῶν στρατ[ιωτῶν τῶν ἐκεῖ τεταγ]- | |
| μένων μεθ’ αὑτοῦ, περὶ πλείστου ποιούμ[ενος τὸ σύμφερον] | |
| καὶ κοινεῖ τὸ τῆς πόλεως εὔσχημον· κ̣[․․․․․16-17․․․․․․]- | |
| ν τεῖ πατρίδι Καλλίας οὐδεπώποθ’ ὑ<π>ομείνας [․․․]ε[․․․․ κ]- | |
| 80 | αταλελυμένου τοῦ δήμου ἀλλὰ καὶ τὴν οὐσίαν τὴν ἑ̣[αυτοῦ] |
| προέμενος δόσιν δοθῆναι ἐν τεῖ ὀλιγαρχίαι ὥστε μ[ηδὲν ὑ]- | |
| πεναντίον πρᾶξαι μήτε τοῖς νόμοις μήτε τεῖ δημοκ̣[ρατί]- | |
| αι τεῖ ἐξ ἁπάντων Ἀθηναίων· ὅπως ἂν οὖν εἰδῶσι πάντες [οἱ βο]- | |
| υλόμενοι φιλοτιμεῖσθαι πρὸς τὴν πόλιν διότι ὁ δῆμος [ἀε]- | |
| 85 | ὶ μέμνηται τῶν εὐεργετησάντων ἑαυτὸν καὶ χάριν ἑκάστο- |
| ις ἀποδίδωσιν· ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ τοὺς π- | |
| ροέδρσυς οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς τὴν ἐκ<κ>λη[σ]- | |
| ίαν τὴν ἐκ τοῦ νόμου χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβ[ά]- | |
| λλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ ἐ̣[π]- | |
| 90 | αινέσαι Καλλίαν Θυμοχάρου Σφήττιον ἀρετῆς ἕνεκα καὶ ε̣- |
| ὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ σ̣- | |
| τεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον, καὶ ἀ- | |
| νειπεῖν τὸν στέφανον Διονυσίων τῶν μεγάλων τραγωιδῶ[ν] | |
| τῶι ἀγῶνι τῶι καινῶι· τῆς δὲ ποιήσεως τοῦ στεφάνου καὶ τῆ[ς] | |
| 95 | ἀναγορεύσεως ἐπιμεληθῆναι τοὺς ἐπὶ τεῖ διοικήσει· στῆσα[ι] |
| δὲ αὐτοῦ τὸν δῆμον καὶ εἰκόνα χαλ<κ>ῆν ἐν τεῖ ἀγορᾶι, εἶναι δ̣- | |
| ὲ καὶ προεδρίαν αὐτῶι ἐν ἅπασιν τοῖς ἀγῶσιν οἷς ἡ πόλις τ[ί]- | |
| θησιν καὶ τὸν ἀρχιτέκτονα τὸν ἐπὶ τὰ ἱερὰ χειρο<το>νούμεν[ο]- | |
| ν κατ<α>νέμειν αὐτῶι τὴν προεδρίαν· χειροτονῆσαι δὲ τὸν δ̣[ῆ]- | |
| 100 | μον ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων οἵτινες ἐπιμ[ελ]- |
| ήσονται τῆς τε ποιήσεως τῆς εἰκόνος καὶ τῆς ἀναθέσεως· [ε]- | |
| ἰσαγαγεῖν δὲ καὶ τοὺς θεσμοθέτας τὴν δοκιμασίαν τῆς δ[ωρ]- | |
| εᾶς αὐτῶι εἰς τ<ὴ>ν ἡλιαίαν ἐπειδὰν αἱ ἡμέραι αἱ ἐκ τοῦ νόμ[ου] | |
| διεξέλθωσιν· <ὅ>π<ω>ς δ’ ἂν καὶ εἰς τὸν λοιπὸν χρόνον ὑπόμνημα [δ]- | |
| 105 | ιαμένει τῶν πεφιλοτιμημένων εἰς τὸν δῆμον Καλλίαι, ἀναγ[ρά]- |
| ψαι τόδε τὸ [ψή]φισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν [ἐν] | |
| στήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα, εἰς δὲ τὴν ἀν[αγ]- | |
| ραφὴν <κ>αὶ τὴν στήλην μερίσαι τοὺς ἐπὶ τεῖ διοκήσηι {²⁶διοικήσει}²⁶ τὸ [ἀν]- | |
| άλωμα τὸ γενόμενον. |
SEG
28:60