| 1 | [ἐπὶ Ἀπολλοδώρου ἄρχοντος ἐπὶ] τῆς Αἰα̣[ντίδος τρίτης πρυτανείας] |
| [ἧι ․4-5․ Θράσωνος Ὀῆθεν ἐγραμ]μάτευεν· Βοη[δρομιῶνος — — — c.7-8 — — —] | |
| [— — — — c.12-13 — — — — τῆς πρυτανεί]ας· βουλὴ ἐν τῶι Παν[αθηναϊκῶι στα%⁸⁰]- | |
| [δίωι· τῶν προέδρων ἐπεψήφιζε]ν Νικόστρατος Μενεμάχου Ἀχα[ρ%⁸⁰%⁸⁰]- | |
| 5 | [νεὺς καὶ συμπρόεδροι· vv ἔδο]ξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Σωσιγ[έ]- |
| [νης — — — — — 18-19 — — — — —]ς εἶπεν· v ἐπειδὴ οἱ ἔφηβοι οἱ ἐπὶ Διοδό[%⁸⁰]- | |
| [του ἄρχοντος τὰς θυσίας τὰ]ς καθηκούσας ἀπὸ τῆς ἑστίας ἀρξάμενο[ι] | |
| [ἐν τῶι πρυτανείωι καὶ τὰς] ἐγγραφὰς ἐκεῖ συνετέλεσαν κατὰ τὴν τοῦ [v] | |
| [δήμου προαίρεσιν· ἐπόμπευσ]αν δὲ καὶ τὰς πομπὰς τήν τε τῶν Σεμνῶν Θ[ε]- | |
| 10 | [ῶν καὶ τοῦ Ἰάκχου ὡς μάλισ]τ̣α τοῖς πατρίοις ἀκολούθως εὐτακτοῦντ[ες]· |
| [ἤραντο δὲ καὶ τεῖ θυσίαι τοὺ]ς βοῦς· ἀπεδήμησαν δὲ καὶ εἰς Ἐλευσῖνα εἰς [v] | |
| [τὸ ἱερὸν ὅπως ἂν εὐσεβῶς] ἔχει πάντα τὰ πρὸς τοὺς θεοὺς· λελειτουρ%⁸⁰- | |
| [γήκασιν δὲ καὶ τοῖς μυστ]ηρίοις καθάπ<ε>ρ ἠγγέλθη αὐτοῖς· διετέλεσαν | |
| [δὲ καὶ τὸν ἐνιαυτὸν εἰς τὰ] γ̣υμνάσια· ἔδραμον δὲ καὶ τὰς λαμπάδας v | |
| 15 | [ἁπάσας καὶ τοὺς ἄλλους ἀγῶ]νας ἠγωνίσαντο καλῶς καὶ εὐσχημόνως· |
| [τοῖς δὲ Ἐπιταφίοις ἐν τοῖς] ὅπλοις ἀπόδειξιν ἐποιήσαντο· ἐπεμελή[%⁸⁰]- | |
| [θησαν δὲ καὶ τῆς φυλακῆς τῶν] πόλεων πειθόμενοι τοῖς στρατηγοῖς κα[ὶ v] | |
| [τῶι κοσμητεῖ· ἐλειτούργησα]ν δὲ καὶ ἐν τῶι Ἡφαιστιείωι· διετέλεσαν δὲ κα[ὶ] | |
| [τὴν ἄσκησιν εὐτάκτως ποιοῦν]τ̣ες μετὰ τῶν ὅπλων οὐθενὸς αὐτοῖς μεριζ[ο]- | |
| 20 | [μένου ὑπὸ τοῦ δήμου· ἐποιήσα]ντο δὲ καὶ πρὸς τεῖ μελέτει τεῖ κατὰ τὸν πλο[ῦν] |
| [τὴν περὶ τῆς ἐφηβείας ἀπόδει]ξιν τεῖ βουλεῖ τὴν ἐν τοῖς ὅπλοις ἀκολούθω[ς] | |
| [τοῖς νόμοις καὶ τοῖς ψηφίσ]μασι τοῖς εἰς πολεμικὴν χρείαν καθήκουσιν· κα%⁸⁰- | |
| [θάπερ παρεῖχον αὐτοὺς ὑπ]ὲ̣ρ πατρίδος μέλλοντας ἀγαθοὺς ἀγωνιστὰς | |
| [τοῖς διδασκάλοις πειθόμεν]οί τε καὶ ἐπιμελεῖς· ἀκολούθως δὲ ταῖς ἐγγρα%⁸⁰- | |
| 25 | [φαῖς ἐν ἀκροπόλει εὐδόξως τ]ὰ ἐξιτητήρια παρασκευάζονται ποιεῖν ἵνα |
| [τὰ ὅπλα αὐτῶν παρέχωσιν μετὰ] πάσης εὐκοσμίας καθάπερ καὶ τὰς χλαμύδας v | |
| [καὶ τὰ ἄλλα ἐνδύματα αὐτῶ]ν· v ὅπως ἂν οὖν ἀεὶ τοῖς ἐφηβεύουσιν ἐφάμιλ- | |
| [λον ἦι εἰδόσιν τοὺς πειθαρ]χ̣οῦντας τοῖς χειροτονουμένοις ἐπὶ τὴν εὐ- | |
| [ταξίαν τιμηθέντας, ἀγαθεῖ τύ]χει δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας vv | |
| 30 | [προέδρους εἰς τὴν ἐπιοῦσα]ν ἐκκλησίαν χρηματίσαι περὶ τούτων· γνώμην v |
| [δὲ ξυμβάλλεσθαι τῆς βουλ]ῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ ἐπαι%⁸⁰- | |
| [νέσαι τοὺς ἐπὶ Διοδότου ἐφ]ηβεύσαντας καὶ στεφανῶσαι χρυσῶι στεφάνωι̣ | |
| [εὐταξίας ἕνεκα καὶ εὐσεβεί]ας καὶ φιλοτιμίας ἣν ἔχοντες διατετελέκα%⁸⁰- | |
| [σιν εἰς τὴν βουλὴν κ]αὶ τὸ̣[ν] δῆμον καὶ ἀνειπεῖν τοὺς στεφάνους Διονυσίων | |
| 35 | [τε τῶν ἐν ἄστει καὶ] Παναθηναίων καὶ Ἐλευσινίων τοῖς γυμνικοῖς ἀγῶσιν· |
| [τῆς δὲ ἀνογορεύσεω]ς καὶ ποιήσεως τῶν στεφάνων ἐπιμεληθῆναι τοὺς vv | |
| [στρατηγοὺς καὶ τὸ]ν̣ ταμίαν τῶν στρατιωτικῶν· ὑπάρχειν δὲ αὐτοῖς καὶ̣ [v] | |
| [προεδρίαν ἐμ πᾶ]σιν τοῖς ἀγῶσιν οἷς ἡ πόλις τίθησιν· δοῦναι δ’ αὐτοῖς κα[ὶ] | |
| [ἀνάθημα ἐν τόπωι ο]ὗ ἂν αὐτοὶ αἱρῶνται· ἐπαινέ̣[σαι δὲ] καὶ τὸν παιδοτρί̣[%⁸⁰]- | |
| 40 | [βην Ἑρμόδωρον Ἑορτί]ου Ἀχα̣ρ̣ν̣[έ]α̣ ὅ̣τ̣[ι το]ῖς νό̣[μοις τοῦ δήμου] καὶ τοῖς ψη[%⁸⁰]- |
| [φίσμασιν — — — — — — — c.39 — — — — — — — — —] δὲ καὶ τὸν | |
| [— — — — — — — — — — c.43 — — — — — — — — — — ἀκον]τ̣[ι]στὴν | |
| [— — — — — — — — — — — c.50 — — — — — — — — — — — —]να̣ | |
| [— — — — — — — — — — — c.49 — — — — — — — — — — — —]ου | |
| 45 | [— c.6 — κα]ὶ τὸν γ̣ραμμ̣[ατέα — — — — c.23 — — — — στε]φα[%⁸⁰]- |
| [νῶσαι ἕκ]α̣στον αὐτῶν [θ]αλλο[ῦ στεφάνωι· ἀνα]γ̣ρ̣άψαι δὲ τό[δε τὸ ψήφι̣]- | |
| [σμα καὶ] τὰ ὀνόματα αὐ̣τῶν τὸν γ̣ραμμα̣τέα τὸν κατὰ πρ[υ]τ̣α[ν]είαν | |
| [ἐν στήλ]ει λιθίνει καὶ στῆσαι ἐν τεῖ ἀγορᾶι· τὸ δὲ γενόμενον ἀνάλω[%⁸⁰%⁸⁰]- | |
| [μα δοῦ]ν̣αι τὸν ταμίαν τῶν στρατιωτικῶν. vacat | |
| cr 1.49a | vacat 0.027 m. |
| incised triple circles | |
| 50 | ἡ βουλή |
| ὁ δῆμος | |
| [τ]ὸν κοσμη- | |
| [τ]ὴν Νικόβου- | |
| λ̣ον Ἐργοχά- | |
| 55 | ρου Ὀῆ- |
| θ̣εν | |
| cr 2.49a | vacat 0.037 m. |
| incised triple circles | |
| 57 | ἡ βουλή |
| ὁ δῆμος | |
| τοὺς ἐφή- | |
| 60 | βους |
| cr 3.49a | vacat 0.027 m. |
| incised triple circles | |
| 61 | οἱ ἔφη- |
| βοι τὸν κο- | |
| σμητὴν Νι- | |
| κόβουλον Ἐρ- | |
| 65 | γοχάρου |
| Ὀῆθεν. | |
| col. I-II.67 | [οἱ ἐφ]ηβεύσαντες ἐπὶ Διοδότου ἄρχοντος |
| col. I.68 | 〚[Ἀντιγονίδος]〛 |
| [— — —]ος Σωφίλου Ἀγρυλῆθεν | |
| 70 | [— — —]τος Φίλωνος Λαμπτρεύ(ς) |
| 〚[Δημητριάδος]〛 | |
| [— — — —] Φιλωτάδου Φυλάσιος | |
| [— — — Δη]μ̣ητρίου Ἀτηνεύς | |
| [— — — — —]φίλου Μελιτεύς | |
| 75 | [Ἐρεχθεῖδος] |
| [— — — — —]ο̣υ Κ̣ηφισιεύς | |
| [— — — — — —] Κηφισιεύς | |
| [Αἰγεῖδος] | |
| [— — — — — —] Ἐ̣ρχιεύς | |
| 80 | [— — — — —]ά̣του Ἐρχιε(ύς) |
| lacuna | |
| col. II.82 | Ἀκαμαντίδος |
| Οἰνεῖδος | |
| Εὔκριτος Εὐκρίτου Ἐπικηφίσιος | |
| 85 | Ἐργοχάρης Νικοβούλου Οἰῆθεν |
| Στησίλεως Νικοβούλου Οἰῆθεν | |
| Ἀνθεμίων Θεοφῶντος Περιθοίδης | |
| Οἰνόβιος Οἰνοβίου Ἐπικηφίσιος | |
| Δημήτριος Μηνοφίλου Ἀχαρνεύ̣[ς] | |
| 90 | Κεκροπίδος |
| Λυσῖνος Κηφισοφῶντος Ἀθμ[ονεύς] | |
| Ἱπποθωντίδος | |
| Κόνων Ξενοφάντο̣[υ Κειριάδης] | |
| Ἄβας Κλεάνδρ̣ο̣[υ Ἁμαξαντεύς] | |
| 95 | Αἰαντ̣[ίδος] |
| lacuna |
SEG
26:98