[ ]
Att. — Markopoulo — ca. 350 BC? — SEG 23.166
| SEG 23.166 (Peek): | |
| 1 | ἡλικίαν δάκ[ρυσον, ὁδοιπόρε, τῆσδε θανούσης]· |
| δωδεκέτις [γὰρ ἐοῦσ’ ὤιχετο, πολλὰ φίλοις] | |
| στερχθεῖσ’, ἀθά[νατον δὲ λιποῦσ’ ἄλγος· τὰ δὲ λοιπὰ] | |
| πᾶσι τόδ’ ἀγγέλλει [μνῆμα παρε]ρ[χομένοις]· | |
| 5 | ὦ πολύκλαυθ’ Ἅιδη, τ[ί Κλεοπτολ]έμη[ν ἔτι κούραν] |
| ἥρπασας ἡλικίας δύσ̣[μορον; οὐ] σέ[βεαι]; | |
| μητρὶ δὲ τεῖ μελέαι πένθ[ο]ς Μνη[σοῖ προλέλοι]πας | |
| ἀθάνατον θνητῆς εἵνεκα συν[τυχία]ς | |
| ὦ μελέα μῆτερ καὶ ὁμαίμονες ὅς τέ σ’ ἔφυσεν | |
| 10 | Μειδοτέλης αὑτῶι πῆμα, Κλεοπτολέμη· |
| οἳ γόον, οὐ θάλαμον τὸν σὸν προσορῶσι θανούσης, | |
| θρῆνόν τε ἀντ’ ἀνδρὸς καὶ τάφον ἀντὶ γάμου. |