[ ] Att. — Markopoulo — ca. 350 BC? — SEG 23.166
SEG 23.166 (Peek):
1 ἡλικίαν δάκ[ρυσον, ὁδοιπόρε, τῆσδε θανούσης]·
 δωδεκέτις [γὰρ ἐοῦσ’ ὤιχετο, πολλὰ φίλοις]
στερχθεῖσ’, ἀθά[νατον δὲ λιποῦσ’ ἄλγος· τὰ δὲ λοιπὰ]
  πᾶσι τόδ’ ἀγγέλλει [μνῆμα παρε]ρ[χομένοις]·
5 ὦ πολύκλαυθ’ Ἅιδη, τ[ί Κλεοπτολ]έμη[ν ἔτι κούραν]
  ἥρπασας ἡλικίας δύσ̣[μορον; οὐ] σέ[βεαι];
μητρὶ δὲ τεῖ μελέαι πένθ[ο]ς Μνη[σοῖ προλέλοι]πας
  ἀθάνατον θνητῆς εἵνεκα συν[τυχία]ς
ὦ μελέα μῆτερ καὶ ὁμαίμονες ὅς τέ σ’ ἔφυσεν
10   Μειδοτέλης αὑτῶι πῆμα, Κλεοπτολέμη·
οἳ γόον, οὐ θάλαμον τὸν σὸν προσορῶσι θανούσης,
  θρῆνόν τε ἀντ’ ἀνδρὸς καὶ τάφον ἀντὶ γάμου.
Search Help