[ ] Att. — Athens — non-stoich. — 303/2 BC?
1 [ἔδοξε]ν τοῖς ἐθελονταῖς ἐπ[ιλέκτοις· ἐπειδὴ πρότερον μὲν Δημήτριος]
ὁ μέγας ἀφικόμενος εἰς τὴν [Ἀττικὴν μετὰ ναυτικῆς καὶ πεζικῆς δυνά]-
μεως τοὺς ὑπεναντίους τῆι δ[ημοκρατίαι ἐξέβαλε καὶ ἠλευθέρωσε τὴν]
χώραν τὴν Ἀθηναίων καὶ τῶν ἄλ[λων πλείστων Ἑλλήνων, νῦν δ’ Ἀθηναίοις πα]-
5 ραγέγονεν βοηθήσων μετὰ δυν[άμεως καὶ μείζονος καὶ τῶν ἐχθρῶν περι]-
γενόμενος πολλὰς μὲν ἤδη πόλ[εις ὑπέταξεν τῆι τοῦ πατρὸς Ἀντιγόνου]
βασιλείαι, κίνδυνον καὶ πόν[ον αὐτὸς μὲν πάντα ὑπομένων, τοὺς δὲ μετ’ αὐ]-
τοῦ τιμῶν καὶ περὶ πλείστο[υ ποιούμενος τὴν σωτηρίαν αὐτῶν, τούτων δὲ]
καὶ δεηθέντων ἡγεῖσθαι τῆ[ς ἐλευθερίας καὶ συναντιλαμβάνεσθαι τῶν]
10 κατὰ Πελοπόννησον πράξεων πο[ρευθεὶς εὐθὺς σὺν τοῖς ἐθελονταῖς ἐπιλέ]-
κτοις ἐξέβαλεν ἐκ τῆς χώρας τοὺ[ς ὑπεναντίους, v τύχηι οὖν ἀγαθῆι δεδό]-
[χ]θαι τοῖς ἐθελονταῖς ἐπιλέκτοι[ς ἐπαινέσαι ἀρετῆς ἕνεκα καὶ εὐνοίας]
[Δ]ημήτριον Ἀντιγόνου βασιλέα β[ασιλέως υἱὸν καὶ στῆσαι αὐτοῦ εἰκόνα]
[ἐ]φ’ ἵππου ἐν ἀγορᾶι παρὰ τὴν Δημο[κρατίαν· παρακαλέσαι δὲ Ἀθηναίους καὶ]
15 [τ]οὺς ἄλλους Ἕλληνας ἱδρύσασθαι Δ[ημητρίωι βωμοὺς καὶ τεμένη· τοὺς δὲ κα]-
θισταμένους εἰς τὰς θυσίας τὰς [συντελουμένας ὑπὲρ Ἀντιγόνου καὶ Δημητ]-
ρίου καὶ Δημητρίωι Σωτῆρι θύειν [θύματα παριστάνοντας εἰς τὴν θυσία]-
ν ὡς σεμνότατα καὶ κάλλιστα κα[ὶ ἀνειπεῖν τὰς τιμὰς τὰς ὑπὸ τῶν ἐθελον]-
τῶν ἐπιλέκτων τῶι βασιλεῖ δεδ[ομένας, ὅπως ἂν, καθάπερ αὐτοὶ ἐκ τῶν ἰδί]-
20 ων τετιμήκασιν τοὺς εὐεργέτ[ας, καὶ ἄλλοι αὐτοὺς ἐπιφανεστάταις τι]-
μαῖς τιμῶσιν ἐπ[α]κο[λουθο]ῦντ[ες — — — — — — — — — — — — — — — — —]
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help