[ ]
Att. — Rhamnous — sh. aft. 265/4 BC
| frg. a.1 | θεοί. |
| Νικόστρατος Ἐπιτέλου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Ἐπιχάρης, ἐπί τε Λυσιθε[ίδου] | |
| χειροτονηθεῖς ἵππαρχος καλῶς καὶ κατὰ τοὺς νόμους ποησάμενος τοῦ ἱππικ̣ο̣[ῦ] | |
| [τ]ὴν ἐπιμέλειαν, ὑπό τε τῆς βουλῆς καὶ τοῦ δήμου ἐστεφανώθη καὶ τῶν ἱππέων, πάλιν | |
| 5 | [τε] ἐπ̣ὶ̣ Πειθ<ι>δήμου ἄρχοντος, χειροτονήσαντος αὐτὸν στρατηγὸν τοῦ δήμου, κα[ὶ] |
| [τάξαν]τος ἐπὶ τὴν χώραν τὴν παραλίαν, καλῶς καὶ φιλοτίμως ποησάμενος τῆς | |
| [φυλακῆς τ]ὴ̣ν ἐπιμέλειαν τό τε φρούριον διέσωισε τῶι δήμωι πολέμου ὄντος vvvv | |
| [τούς τε σιτικοὺς καὶ] τ̣οὺς ξυλίνους καρποὺς μέχρι̣ τριάκοντα σταδίων συνεκόμισεν | |
| [εἰς τὸ στ]ρατό[πεδον, πύρ]γο<υ>ς [δὲ ἐν τῆι] χώραι καταστησάμενος κρυπτούς, ἐπὶ τὰς σκο%⁸⁰%⁸⁰- | |
| 10 | [πιὰς παρεφε]δ̣ρεύων αὐτὸς μ̣ετὰ τ̣ῶν̣ στρατιωτῶν ὅπως ἀσφαλῶς γένηται ἡ vv |
| [συγκομιδὴ τῶν κ]αρπ̣ῶν τοῖς γεωργοῖς· τε[τήρ]ηκεν δὲ καὶ τὰς ἀμπέλους ἐφ’ ὅσον | |
| [κυριεύω]ν ἦν τ̣ῆς χώρας· κατεσκεύακε δ’ ἐκ τῶ̣ν [ἰδ]ίων καὶ στοὰν ὅπως, ἄν τις εἶ χρεία, | |
| παρακοιτ̣ῶ̣σι πάντες καὶ ἐξ ἑτ̣[οί]μ̣ου, ἂν δεῖ, γίνηται ἡ βοήθεια· ὠικοδόμηκε δὲ καὶ | |
| φυλακτήρια διττὰ καὶ κύνας̣ [π]ροσ̣κατέστησε το[ῖ]ς ὑπάρχουσιν, διδοὺς αὐτὸς | |
| 15 | τὴν τροφήν, ὅπω[ς] ἡ φυλακὴ πλέω γ[ίγ]νηται· πεποήκε δὲ καὶ στρατήγιον, τὸ ἱερὸν |
| [τῆς Νεμέσεω]ς κατασκευάσας, ὅπως ε̣ἶ̣ ἐν τιμεῖ καὶ ἔχει καλῶς καὶ εὐσεβῶς τοῖς | |
| [δημόταις]· εἰσεκόμισε δὲ καὶ πυρῶν μεδίμνους 𐅅 καὶ κρ[ι]θῶν 𐅅 προευπορή- | |
| [σασ] α̣ὐ̣τὸς τὰς τιμὰς, καὶ διέδωκεν τοῖς τε πολίταις καὶ τοῖς στρατιώταις τῆς | |
| [κ]αθεστηκείας τιμῆς· συνετάξατο δὲ καὶ ὑπὲ̣[ρ] τῶν γινομένων αἰχμαλώτων | |
| 20 | [ὅ]πως ἀποδόντες ἑκατὸ̣ν εἴκοσι δραχμὰς ἀνασώιζονται διὰ̣ τοῦ κήρυκος καὶ μη- |
| [δε]ὶς ἐξαχθεῖ τῶν πολιτ̣ῶ̣ν μηδὲ τὰ δοῦλα σώματα ἀφανίζηται· ἐκόλασε δὲ καὶ τοὺ- | |
| [ς κ]α̣θηγουμένους εἰς τ̣[ὴ]ν χώραν τοῖς πειραταῖς, λαβὼν καὶ ἐξετάσας αὐτούς, ὄν- | |
| [τα]ς ἐκ τῆς πόλεως, [ἀξίω]ς ὧν ἔπραττον· παρεσκεύασε δὲ καὶ τοῖς παρὰ Πατρόκλου | |
| [πα]ραγενομένοις [στρα]τ̣ιώταις ἐπὶ τὴν βοήθειαν, καὶ στέγα[ς] ὅπως ἔχωσιν ἱκανὰς | |
| 25 | ․․․․․․․c.21-22․․․․․․․․ο οὐθένα ποήσας ἐν ἐπισταθμείαι τῶν πολιτῶν οὐδὲ τῶν |
| ․․․․․․․․․․c.27-28․․․․․․․․․․․μηκε δὲ καὶ τοῖς πολίταις ὅπως διδῶται̣ τὸ εἰσ- | |
| [— — — — — — — — — — — στρα]τ̣ι̣ώταις μηθὲν ἐλλειπ̣ — — — — — | |
| lacuna | |
| frg. b.1 | [— — — — — — — ἀ]ρετῆς ἕ[νεκα — — — — — — —] |
| [— — — — — Ῥαμ]νουσίων καὶ — — — — — — — — | |
| [— — — — — στρατ]ηγοῖς ἐπ — — — — — — — — — | |
| [— — — — — — — — ἐπ]ιμελει[α — — — — — — —] | |
| 5 | [— — — — — — — — — αισ — — — — — — — — — — |
| lacuna | |
| frg. c | in corona: |
| 1 | [το]ὺ̣ς στρατιώτας. |