[ ] Att. — Athens — ca. 100 AD
See also:
1 Ἀθηνᾷ Πολιάδι καὶ Αὐτοκράτορι Καίσαρι Σεβασστῷ {²⁶Σεβαστῷ}²⁶ Νέρβᾳ Τραϊανῷ Γερμανικῷ καὶ τῇ πόλι τῇ
Ἀθηναίων ὁ ἱερεὺς Μουσῶν φιλοσόφων Τ. Φλάβιος Πάνταινος Φλαβίου Μενάνδρου διαδόχου
υἱὸς τὰς ἔξω στοάς, τὸ περίστυλον, τὴν βυβλιοθήκην μετὰ τῶν βυβλίων, τὸν ἐν αὐτοῖς πάντα
κόσμον, ἐκ τῶν ἰδίων μετὰ τῶν τέκνων Φλαβίου Μενάνδρου καὶ Φλαβίας Σεκουνδίλλης ἀνέθηκε.
Search Help
Contact Us