[ ] Att. — Athens — stoich. — 363/2 BC
1 θεοί·
ἐπὶ Χαρικλείδ’ v ἄρχοντος Ἀθηναίοις· ἐπὶ τοῖσ[δ]-
ε διήλλαξαν οἱ διαιτηταὶ Σαλαμινίος τὸς ἐκ τῶ-
ν Ἑπταφυλῶν καὶ Σαλαμινίος τοὺς ἀπὸ Σονίο ὁμο-
5 λογοῦτας ἀλλήλοις καλῶς ἔχειν ἃ ἔγνωσαν οἱ δι-
αιτηταὶ Στέφανος Μυρρινόσιος, Κλεαγόρας Ἀχα-
ρνεύς, Ἀριστογείτων Μυρρινόσιος, Εὐθύκριτος
Λαμπτρεύς, Κηφισόδοτος Αἰθαλίδης· τὰς ἱερεωσ-
ύνας κοινὰς εἶναι ἀμφοτέρων εἰς τὸν αἰεὶ χρόν-
10 ον τῆς Ἀθηνάας τῆς Σκιράδος, καὶ τὴν το͂ Ἡρακλέο-
υ το͂ ἐπὶ Πορθμῶι, καὶ τὴν το͂ Εὐρυσάκος, καὶ τὴν τῆ-
ς Ἀγλαύρο καὶ Πανδρόσο καὶ τῆς Κοροτρόφο· καὶ κ-
ληρο͂σθαι κοινῆι ἐξ ἀμφοτέρων ἐπειδὰν τελευτ-
ήσει τις τῶν ἱερειῶν ἢ τῶν ἱερέων· τὸς δὲ λανχάν-
15 οντας ἱερεῶσθαι ἐφ’ οἷσπερ καὶ οἱ πρότερον ἱερ-
εῶντο· τὴν δὲ γῆν τὴν ἐφ’ Ἡρακλείωι τῶι ἐπὶ Πορθμ-
ῶι καὶ τὴν ἁλ{λ}ὴν {²⁶ἁλὴν}²⁶ καὶ τὴν ἀγορὰν τὴν ἐν Κοίληι νε-
ίμασθαι διχαστὴν ἑκατέρος, καὶ ὅρος στῆσαι τῆ-
ς ἑαυτῶν ἑκατέρος· θύεν δὲ τοῖς θεοῖς καὶ τοῖς ἥ-
20 ρωσι κατὰ τάδε· ὅσα μὲν ἡ πόλις παρέχει ἐκ το͂ δημ-
οσίο ἢ παρὰ τῶν ὠ[σ]κοφόρων ἢ παρὰ τῶν δειπνοφόρ-
ων γίγνεται λαμβάνειν Σαλαμινίοις, ταῦτα μὲν
κοινῆι ἀμφοτέρος θύοντας νέμεσθαι τὰ κρέα ὠμ-
ὰ τὰ ἡμίσεα ἑκατέρος· ὅσα δὲ ἀπὸ τῆς μισθώσεως ἔ-
25 θυον Σαλαμίνιοι παρὰ σφῶν αὐτῶν θύειν κατὰ τὰ
πάτρια, τὸ ἥμυσυ ἑκατέρος συμβαλλομένος εἰς ἅ-
παντα τὰ ἱερά· τοῖς δὲ ἱερεῦσι καὶ ταῖς ἱερείαι-
ς ἀποδιδόναι τὰ γέρα τὰ γεγραμμένα· τῶι δὲ το͂ Ἡρ-
ακλέος ἱερεῖ ἱερεώσυνα ΔΔΔ δραχμάς· εἰς πελαν-
30 ὸν δὲ 𐅂𐅂𐅂 δραχμάς· τούτων τὸ ἥμυσυ ἑκατέρος συμ-
βάλλεσθαι· τῶν δὲ ἱερείων ὧν ἂν κατάρξηται τῶν
κοινῶν λαμβάνειν δ̣αρτο͂ δέρμα καὶ τὸ σκέλος, εὑ-
στο͂ τὸ σκέλος· βοὸς δὲ ἐννέα σάρκας καὶ τὸ δέρμα·
τῶι δὲ το͂ Εὐρυσάκος ἱερεῖ ἱερεώσυνα 𐅃𐅂 δραχμά-
35 ς· εἰς πελανὸν ἀμφοτέρωσε 𐅃𐅂𐅂 δραχμάς· σκέλος κ-
αὶ δέρματος ἐν Εὐρυσακείωι Δ𐅂𐅂𐅂 δραχμάς· τούτ-
ων τὸ ἥμυσυ ἑκατέρος συμβάλλεσαι· τῶι ἥρωι τῶ-
ι ἐπὶ τῆι ἁλῆι τῶν θυομένων λαμβάνειν τὸ δέρμα
καὶ τὸ σκέλος· νέμειν δὲ τοῖς ἱερεῦσι καὶ ταῖς ἱ-
40 ερείαις ἐν τοῖς ἱεροῖς ὅπο ἂν ἕκαστοι ἱερεῶντ-
αι μερίδα παρ’ ἑκατέρων· τὸς ἄρτος ἐς Σκιράδος ν-
έμειν κατὰ τάδε, ἀφελόντας ἐξ ἁπάντων τὸς νομι-
ζομένος ἀφαιρεῖσθαι κατὰ τὰ πάτρια· κήρυκι ἄρ-
τον, Ἀθηνᾶς ἱερείαι ἄρτον, Ἡρακλέος ἱερεῖ ἄρτο-
45 ν, Πανδρόσο καὶ Ἀγλαύρο ἱερείαι ἄρτον, Κοροτρό-
φο καὶ καλαθηφόρωι ἄρτον, κώπαις ἄρτον· τῶν δὲ ἄ-
λλων νέμεσθαι τά ἡμίσεα ἑκατέρος· ἄρχοντα δὲ κ-
ληρο͂ν ἐμ μέρει παρ’ ἑκατέρων ὅστις καταστήσει
τὸς ὠσκοφόρος καὶ τὰς δειπνοφόρος μετὰ τῆς ἱε-
50 ρείας καὶ το͂ κήρυκος κατὰ τὰ πάτρια· ταῦτα δὲ ἀν-
αγράψαι ἐς στήληι κοινῆι ἀμφοτέρος καὶ στῆσα-
ι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Σκιράδος· τὸν δέ αὐ-
τὸν ἱερέα εἶναι τῶι Εὐρυσάκει καὶ τῶι ἥρωι τῶι
ἐπὶ τῆι ἁλῆι· ἐὰν δέ τι δέηι ἐπισκευεάσαι τῶν ἱε-
55 ρῶν, ἐπισκευάζεν κοινῆι συμβαλλ{λ}ομένος {²⁶συμβαλλομένος}²⁶ τὸ ἥμ-
υσυ ἑκατέρος· ἐπὶ Χαρικλείδο ἄρχοντος οἱ ἐκ τῶ-
ν Ἑπταφυλῶν παρέσχον ἄρχοντα· τὰ δὲ γραμματεῖ-
α κοινὰ εἶναι ἀ[μφ]οτέρων ἅπαντα· τὴν δὲ γῆν ἐργά-
ζεσθαι τὸμ μεμι[σ]θωμένον ἕως ἂν ἐξέλθηι ὁ χρόν-
60 ος ὃν ἐμισθώσατο, ἀποδιδόντα τὴν ἡμίσειαν μίσ-
θωσιν ἑκατέροις· τὸ δὲ πρόθυμα το͂ ἁμίλλο ἐμ μέρ-
ει ἑκατέρος κατάρχεσθαι· τῶν δὲ κρεῶν τά ἡμίσε-
α ἑκατέρος λαμβάνειν καὶ τῶν δερμάτων· τὴν δὲ ἱ-
ερεωσύνην το͂ κήρυκος εἶναι Θρασυκλέος κατὰ τ-
65 ὰ πάτρια· τῶν δὲ ἄλλων ἐνκλημάτων ἁπάντω%⁸⁰ν ἀφε-
ῖσθαι τῶν τε ἰδί<ω>ν καὶ τῶν κοινῶν εἰς τὸν v Βοηδ-
ρομιῶνα μῆνα τὸν ἐπὶ Χαρικλείδο ἄρχοντος· vv
                          vacat
ἐπὶ Διφίλο Διοπείθους Σουνιέως Σαλαμινίοις ἄρχ-
70 οντος, οἵδε ὤμοσαν Σαλαμινίων τῶν ἀπὸ Σουνίο· Διο-
πείθης Φασυρκίδο, Φιλόνεως Ἀμεινονίκου, Χαλκιδ-
εὺς Ἀνδρομένους, Χαριάδης Χαρικλέος, Θε<ο>φάνης
Ζωφάνους, Ἡγίας Ἡγησίο, Ἀμεινίας Φιλίνο. ἐπὶ Ἀν-
τισθένους Ἀντιγένους Ἀχαρνέως ἄρχοντος Σαλαμι-
75 νίοις, οἵδε ὤμοσαν ἐκ τῶν Ἑπταφυλῶν· Θρασυκλῆς Θρά-
σωνος Βουτά(δης), Στρατοφῶν Στράτωνος Ἀγρυ(λῆθεν), Μελίττιος
Ἐξηκεστίδου Βουτά(δης), Ἀρίσταρχος Δημοκλέους Ἀχαρ(νεύς), v
Ἀρκέων Εὐμηλίδου Ἀχαρ(νεύς), Χαιρέστρατος Πανκλείδο Ἐ-
πικηφί(σιος), Δήμων Δημαρέτο Ἀγρυλῆ(θεν).      vacat
80 Ἀρχέλεως εἶπεν· ὅπως Σαλαμίνιοι τὰ ἱερὰ θύωσι αἰεὶ τοῖς θεοῖς καὶ τοῖς ἥρωσι κατὰ τὰ πάτρια καὶ
γίγνητα[ι] ἐφ’ οἷς διήλλαξαν οἱ διαλλακταὶ ἀμφοτέρους καὶ οἱ αἱρεθέντες ὤμοσαν, ἐψηφίσθαι Σαλαμινί-
οις τὸν ἄρχοντα Ἀρίσταρχον ἐγγράψαι τὰς θυσίας ἁπάσας καὶ τὰς τιμὰς τῶν ἱερέων εἰς τὴν στηλὴν ἐν εἷ
αἱ διαλλαγαί εἰσιν, ὅπως ἂν οἱ ἄρχοντες αἰεὶ παρ’ ἀνφοτέρων εἰδῶσι ὅ τι δεῖ ἀργύριον συνβάλλεσθαι εἰς τὰ[ς]
θυσίας ἁπάσας ἑκατέρους ἀπὸ τῆς μισθώσεως τῆς γῆς τῆς ἐφ’ Ἡρακλείωι, καὶ στῆσαι τὴν στήλην ἐν τῶι
85 Εὐρυσακείωι. Μουνιχιῶνος· ἐπὶ Πορθμῶι· Κουροτρόφωι αἶγα Δ, Ἰόλεωι οἶν ὁλόκαυτον Δ𐅃∶ Ἀλκμήνει οἶν
Δ𐅂𐅂, Μαίαι οἶν Δ𐅂𐅂, Ἡρακλεῖ βοῦν 𐅄ΔΔ, ἥρωι ἐπὶ τεῖ ἁλεῖ οἶν Δ𐅃, ἥρωι ἐπ’ Ἀντισάραι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ, ἥρωι Ἐπι-
πυργιδίωι χοῖρον 𐅂̣𐅂𐅂ΙΙΙ, Ἴων(ι) οἶν θύειν ἐναλλὰξ παρ’ ἔτος· ξύλα ἐφ’ ἱεροῖς καὶ οἷς ἡ πόλις δίδωσιν ἐκ κύρβεω[ν]
Δ· ὀγδόει ἐπὶ δέκα Εὐρυσάκ[ει]∶ ὗν ∶ΔΔΔΔ· ξύλα ἐφ’ ἱεροῖ(ς) καὶ ε̣ἰς̣ τἄλλα 𐅂𐅂𐅂. Ἐκατονβαιῶνος· Παναθηναίοις Ἀθηνᾶι
ὗν ∶ΔΔΔΔ· ξύλα ἔ̣φ’ ἱεροῖς κ[αὶ εἰ]ς τἄλλα 𐅂̣𐅂̣𐅂̣. Μεταγειτνιῶνος· ἑβδόμει Ἀπόλλωνι Πατρώιωι ὗν ∶ΔΔΔΔ, Λητοῖ χοῖρο[ν]
90 [𐅂]𐅂̣𐅂̣ΙΙΙ, Ἀρτέμιδι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ, Ἀθηνᾶι Ἀγελάαι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ· ξύλα ἐφ’ ἱεροῖς καὶ εἰς τἄλλα 𐅂𐅂𐅂ΙΙΙ. Βοηδρομιῶνος· Ποσει-
δῶνι Ἱπποδρομίωι ὗν ∶ΔΔΔΔ, ἥρωι Φαίακι χοῖρ<ο>ν 𐅂𐅂𐅂ΙΙΙ, ἥρωι Τεύκρωι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ, ἥρωι Ναυσείρωι χοῖρον 𐅂𐅂[𐅂ΙΙΙ·
ξύλα ἐφ’ ἱεροῖς καὶ τἄλλα 𐅂𐅂𐅂. Πυανοψιῶνος· ἕκτει Θησεῖ ὗν ΔΔΔΔ· εἰς τἄλλα 𐅂𐅂𐅂· Ἀπατουρίοις Διὶ Φρατρίωι ὗν ΔΔΔΔ·
ξύλα ἐφ’ ἱεροῖς καὶ τἄλλα 𐅂𐅂𐅂. Μαιμακτηριῶνος· Ἀθηνᾶι Σκιράδι οἶν ἐνκύμονα Δ𐅂𐅂, Σκίρωι οἶν Δ𐅃· ξύλα ἐπὶ τὸν βωμὸν 𐅂𐅂[𐅂]·
κεφάλαιον οὗ δεῖ ἀναλίσκειν ἀμφοτέρος ἐς ἅπαντα τὰ ἱερὰ 𐅅ΔΔΔΙΙΙ. ταῦτα θύειν κοινεῖ ἀπὸ τῆς μισθώσεως τῆς γῆς τῆ<ς> ἐφ’ Ἡρακλ[είωι]
95 [ἐπ]ὶ Σονίο, ἀργύριον συμβαλλομένους ἑκατέρους ἐς ἅπαντα τὰ ἱερά· ἐὰν δέ τις εἴπει ἢ ἄρχων ἐπιψηφίσει τούτων τι καταλ[ῦ]-
[σ]αι ἢ τρέψει ποι ἄλλοσε τὸ ἀργύριον, ὑπεύθυνον εἶναι τῶι γένει ἅπαντι καὶ τοῖς ἱερεῦσι κατὰ ταὐτὰ καὶ ἰδίαι ὑπό-
δικον καὶ τῶι βουλομένωι Σαλαμινίων.          vacat
Search Help