[ ] Att. — Acharnai — stoich. 31 — sh. aft. mid-4th c. BC
1 ἐπὶ Λέοντος ἱερέως· ἔδοξεν Ἀχαρνεῦσιν.
Καλλιτέλης Στησίου εἶπεν· ὅπως ἂν ὁ βω-
μὸς οἰκοδομηθῆι τοῦ Ἄρεως καὶ τῆς Ἀθη-
νᾶς τῆς Ἀρείας ὡς ἄριστα· ἐπειδὴ ὁ θεὸς
5 ἀνεῖλεν λῶιον καὶ ἄμεινον εἶναι τῶι δ-
ήμωι τῶι Ἀχαρνέων καὶ τῶι δήμωι τῶι [θ]-
ηναίων οἰκοδομήσασι τοὺς βωμοὺς το[ῦ]
Ἄρεως καὶ τῆς Ἀθηνᾶς τῆς Ἀρείας ὅπως [ἂ]-
ν ἔχηι Ἀχαρνεῦσιν καὶ Ἀθ[η]ναίοις εὐσ[ε]-
10 βῶς τὰ πρὸς τοὺς θεούς, δεδόχθαι Ἀχα[ρν]-
εῦσιν, ἐπειδὴ οἱ αἱρεθέντες ἀποφαί[νο]-
υσιν τὸ ἀ[ν]άλωμα τῆς οἰκοδομίας κα[ὶ οἱ]
ἀρχιτέκτονες, ἀποφῆναι ἀφ’ ὁπόσου ἂ[ν δ]-
όξηι τοῖς δημόταις οἰκοδομεῖν τοὺ[ς β]-
15 ωμούς, ὅπως ἂν μηθὲν διακώλυμα γίγ[νητ]-
αι οἰκοδομεῖσθαι πρὸ τῆς θυσίας [τῶν Ἀ]-
ρείων· ὅπως δ’ ἂ[ν ἀ]πολάβ[η]ι τὸ ἀργ[ύριον ὁ]
προαναλώ[σας — — — — — — — — — — — — — —]
— — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us