[ ]
Att. — Acharnai — stoich. 31 — sh. aft. mid-4th c. BC
1 | ἐπὶ Λέοντος ἱερέως· ἔδοξεν Ἀχαρνεῦσιν. |
Καλλιτέλης Στησίου εἶπεν· ὅπως ἂν ὁ βω- | |
μὸς οἰκοδομηθῆι τοῦ Ἄρεως καὶ τῆς Ἀθη- | |
νᾶς τῆς Ἀρείας ὡς ἄριστα· ἐπειδὴ ὁ θεὸς | |
5 | ἀνεῖλεν λῶιον καὶ ἄμεινον εἶναι τῶι δ- |
ήμωι τῶι Ἀχαρνέων καὶ τῶι δήμωι τῶι Ἀ[θ]- | |
ηναίων οἰκοδομήσασι τοὺς βωμοὺς το[ῦ] | |
Ἄρεως καὶ τῆς Ἀθηνᾶς τῆς Ἀρείας ὅπως [ἂ]- | |
ν ἔχηι Ἀχαρνεῦσιν καὶ Ἀθ[η]ναίοις εὐσ[ε]- | |
10 | βῶς τὰ πρὸς τοὺς θεούς, δεδόχθαι Ἀχα[ρν]- |
εῦσιν, ἐπειδὴ οἱ αἱρεθέντες ἀποφαί[νο]- | |
υσιν τὸ ἀ[ν]άλωμα τῆς οἰκοδομίας κα[ὶ οἱ] | |
ἀρχιτέκτονες, ἀποφῆναι ἀφ’ ὁπόσου ἂ[ν δ]- | |
όξηι τοῖς δημόταις οἰκοδομεῖν τοὺ[ς β]- | |
15 | ωμούς, ὅπως ἂν μηθὲν διακώλυμα γίγ[νητ]- |
αι οἰκοδομεῖσθαι πρὸ τῆς θυσίας [τῶν Ἀ]- | |
ρείων· ὅπως δ’ ἂ[ν ἀ]πολάβ[η]ι τὸ ἀργ[ύριον ὁ] | |
προαναλώ[σας — — — — — — — — — — — — — —] | |
— — — — — — — — — — — — — — — — — — — — |