[ ] Att. — stoich. 85 — 401/0 BC — IG II² 10
See also:
IG II(2) 10.1-9 (De Sanctis):
1 [Λυσιάδης ἐγ]ραμμάτευε·
[Ξεναίνετ]ος ἦρχε·
[ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι, ․․6․․․ις ἐπρυτάν]ευε, Λυσιάδης ἐγραμμάτευε, Δημόφιλος ἐπ[εστάτε, ․․․7․․․]
[․․ εἶπεν· ὅπως ἂν ἀξίας δωρεᾶς τύχωσιν οἱ μέτοικ]οι ὅσοι συνκατῆλθον ἀπὸ Φυλῆς, ἢ τοῖς κατελ[θο͂σι εὐθὺς συν-
5 [κατετάξαντο καὶ συνεπολιορκήθησαν ἐπὶ Φυλῆι, ἐ]ψηφίσθαι Ἀθηναίοις· ἐ͂ναι αὐτοῖς καὶ ἐκγόν[οις πολιτεία]-
[ν, νε͂μαι δὲ αὐτὸς αὐτίκα μάλα ἐς τὰς φυλὰς δέκαχα]· νόμοις δὲ τοῖς αὐτοῖς περὶ αὐτῶν τὰς ἀρχὰς χρ[ῆσθαι οἷς κα]-
[ὶ περὶ Ἀθηναίων ὅτι τὸν Πειραιέα συγκατέλαβον], συνεμάχησαν δὲ τὴμ μάχην τὴμ Μονιχίασιν τὸν δ[ῆμον φεύγο]-
[ντα πρόθυμοι ὄντες κατάγεν καὶ συνεπολέμον ἔσ]τε αἱ διαλλαγαὶ ἐγένοντο καὶ ἐποίον τὰ προστα[ττόμενα· ․․]
[․․․ εἶπε· τὰ μὲν ἄλλα καθάπερ τῆι βολῆι· ἐ͂ναι δὲ αὐτοῖς καὶ ἐ]γγύησιν καθάπε[ρ Ἀθ]ηναίοις· τὸς δ[ὲ ․․․․10․․․․]
Search Help
Contact Us