[ ] Mys.: Kyzikene, L. Dascylitis, N. — Doğanpınar — IK 18,500
A Relief eines sitzenden Mannes mit einem Buch, darin:
1    Α[
   Χ[
   Π/[
   ΓΕ[
5    ΟϹ[
   ΤΑ[
B Darunter:
1 Ἀσκληπιακόν με τὸ σῆμα κάλ[υ]ψεν ἐτῶν ἀνύσαντα |
τρεῖς δεκάδας, δυ’ ἐτῶν τοῖσδ’ ἐπιλειπομένων· |
Μοσχαρίου παῖς εἰμί, Τελέσφορος ἐστὶ πατήρ μοι, |
Μοῦσα δ’ ἐμὴ γαμετὴ παρθενικῶν λεχέων, |
5 οἷς κὲ πένθος ἄπαυστον ἐγὼ λίπον, οὐδέ τις αὐτοὺς̣ |
σῆμα λιπεῖν πείθει παυσαμένους δακρύων· |
κἀγὼ δ’ οὐκ ἀσόφοισι μαθήμασι Πυθαγορείοις |
μάντις ἐὼν ᾔδειν τοῦδε τέλος θανάτου· |
ἔσσετ’ Ἀνεικήτοιο θάνοντος ἐμοῦ συνομαίμ[ου] |
10 κὲ γλυκερῶν γονέων μοῦνον ὃ τύμβος ὅδε. |
ὃς δὲ ἂν τολμήσει ἕτερον παρὰ τοὺς
προγεγραμένους {²⁶προγεγραμμένους}²⁶ καταθέσθαι ἢ διορύ-
ξῃ {²⁶διορύξαι}²⁶ ἢ κατασκάψῃ {²⁶κατασκάψαι}²⁶, ὤλης ἐξώλης ἀπό-
λοιτο κὲ γένος τὸ ἐξ αὐτοῦ.
Search Help
Contact Us