[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız): Apollonis-Tempel — frühestens 4.Jh.n.Chr. — Anth.Gr. III Nr.18
1 | οὐ ψευδὴς ὅδε μῦθος, ἀληθείῃ δὲ κέκασται |
Κυδίππης παίδων εὐσεβίης θυσίη· | |
ἡδυχαρὴς γὰρ ἔην σκοπὸς ἀνδράσιν ὥριος οἶμος, | |
μητρὸς ἐπ’ εὐσεβίῃ κλεινὸν ἔθεντο πόνον· | |
5 | χαίροιτ’ οὖν ἱεροῖσιν ἐπ’ εὐσεβίῃ, κλυτοὶ ἄνδρες, |
καὶ τὸν ἀπ’ αἰώνων μῦθον ἔχοιτε μόνοι. |