[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — Ende 1.Jh.v.Chr.? — Mber Berlin 1860,493-95 Nr.1
| 1 | ἐπὶ Πεισ[ιδήμου· τετ]ράδι φ[θ]ίνοντος· |
| ἔδ[οξε]ν τ[ῇ βουλῇ καὶ τῷ δήμῳ· Ἀπολλώνιος Θε]οφίλου εἶπεν· | |
| ἐπεὶ [Ἀπολλώνιος Ἀπολλοφάνου φησὶν κα]τεσκευασμένου | |
| πίνακος [εἰκονικοῦ Κλειδίκης τῆς Ἀσκληπ]ιάδου ἀξιοῦν δοθῆ- | |
| 5 | να[ι τ]όπον εἰς ἀ[νάστασιν αὐτοῦ] ἐν τῷ ἱερῷ [τ]ῆς Μητρὸς τῆς Πλακι- |
| ανῆς ἐν τῷ παρθενῶνι· δεδόχθαι τῷ δ[ή]μῳ· δεδοκιμάσθαι τε τὸν | |
| πίνακα καὶ συνκεχωρῆσθαι αὐτῷ τὸν τόπο[ν] καθάπερ ἀξιοῖ, ἐξεῖναι δὲ | |
| αὐτῷ καὶ ἐπιγράψαι τῶν ἀνατιθέντων τὰ ὀν[ό]ματα πατρόθεν | |
| καὶ ὅτι κοσμοφυλακήσαντες ἀνέθηκαν Ἀπολ[λ]ώνιος Ἀπολλοφάνου, | |
| 10 | Πραξίας Εὐθυκράτου, Ἀρτεμίδωρος Ἡρώδου, [Ἀ]πολλοφάνης Ἀπολλοφάνου |
| τοῦ Μενεκλείο[υς], Μενέλαος Ἀπολλωνίου, Νικάνω[ρ] Ἀριστολόχου, Μώ[ρ]υχος | |
| Ἀγαθάρχου, Γεργοντ[ί]δης Ἀντιόχου, Νουμήνιος Μενί[σκ]ο[υ], Ἀλέξανδρος Ἀσκλ[ηπ]ιάδου | |
| τοῦ Στρατίππου Κλειδίκην Ἀσκληπιάδου ἱερωμένην Μητρὸς Πλακιανῆς | |
| καὶ Κόρης καὶ Μητρὸς καὶ Ἀρτέμιδος Μουνυχίας [ἀ]ρετῆς ἕνεκεν καὶ εὐσεβείας | |
| 15 | θεοῖς πᾶσι καὶ θεαῖς. |