[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — Ende 1.Jh.v.Chr. — CIG 3657
1 | ἐπὶ Ἡγησίου· Ἀρτεμισιῶνος τετράδι φθίνοντος· ἔδοξεν τῇ βουλῇ καὶ τῷ δήμῳ· |
Ἀσκληπιάδης Διοδώρου Αἰγικορεὺς μέσης ἐπὶ Μενεσθέως εἶπεν· ἐπεὶ Ἀρίστανδρος | |
ὁ Ἀπολλοφάνου φησὶν τὰς συντελούσας τοὺς κόσμους παρὰ τῇ Μητρὶ τῇ Πλακιανῇ | |
καὶ τὰς ἱεροποιοὺς τὰς προσαγορευομένας θαλασσίας καὶ τὰς συνούσας μετ’ αὐτῶν | |
5 | ἱερείας βουλομένας ἀναθεῖναι εἰκόνα χαλκῆν Κλειδίκης τῆς Ἀσκληπιάδου ἀξιοῦν |
συνχωρηθῆναι ἑαυταῖς τόπον ἐν τῇ ἀνδρήᾳ ἀγορᾷ ἐπὶ τοῦ προγονικοῦ αὐτῆς συνε- | |
δρίου τὸν ἀπὸ δύσεως τοῦ ἀνδριάντος τοῦ ἀδελφοῦ αὐτῆς Διονυσίου τοῦ Ἀσκληπι- | |
άδου· δεδόχθαι τῷ δήμῳ· δεδοκιμάσθαι τε τὴν εἰκόνα καὶ ἐξεῖναι αὐταῖς ἀνα- | |
θεῖναι καθάπερ ἀξιοῦσιν, ἐξεῖναι δὲ αὐταῖς καὶ ἐπιγράψαι ἐπὶ τὴν βάσιν· αἱ συντελοῦ- | |
10 | σαι τοὺς κόσμους παρὰ τῇ Μητρὶ τῇ Πλακιανῇ καὶ ἱεροποιοὶ αἱ προσαγορευόμεναι θα- |
λάσσιαι καὶ συνοῦσαι μετ’ αὐτῶν ἱέρειαι Κλειδίκην Ἀσκληπιάδου ἱερωμένην Μητρὸς | |
τῆς ἐκ Πλακίας καὶ προιερωμένην Ἀρτέμιδος Μουνυχίας ἐπαγγειλαμένην καὶ ἐπιδοῦ- | |
σαν ἑαυταῖς δωρεὰν εἰς τὰ συντελούμενα ὑπ’ αὐτῶν ἱερὰ ἐν τῇ συνόδῳ τοῦ Ταυρεῶνος | |
τῇ πέμπτῃ στατῆρας ἑπτακοσίους, εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοστορ- | |
15 | γίας καὶ εὐνοίας τῆς εἰς ἑαυτὰς θεοῖς πᾶσι καὶ πάσαις. |