[ ]
Mys.: Kyzikene — Çarık Köy [Ab: Kyzikos] — 41-54 n.Chr. — HellSyll 7,1872/73, 23
| 1 | ἐπὶ Παυσανίου τοῦ Εὐμένους τὸ [․ʹ ἱππ]άρχεω, μηνὸς Καλαμαιῶνος, |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Παυσανίας Εὐμ[ένους] Αἰγικορεὺς μέσης ἐπὶ Δημητρίου εἶπεν· ἐπεὶ | |
| Ἀντωνία Τρύφαινα βασιλέως Πολέμωνος καὶ βα[σιλίσσ]ης Πυθοδωρίδος θυγάτηρ τὸν αἰώνιον τοῦ μεγίστο[υ] | |
| θεῶν Τιβερίου Σεβαστοῦ Καίσαρος οἶκον καὶ τὴν ἀθά[νατον ἡ]γεμονίαν αὐτοῦ διὰ παντὸς εὐσεβοῦσα συγκαθιέρωσ[ε] | |
| 5 | τῆι Πολιάδι Ἀθηνᾷ ἄγαλμα τῆς μητρὸς αὐτοῦ Σεβαστ[ῆς Νε]ικηφόρου καὶ λαβοῦσα παρὰ τῆς πόλεως ἱερητείαν αὐτῆ[ς] |
| ἐν τῆι πέρσυ {²⁶πέρυσι}²⁶ ἀγομένῃ ἀτελείᾳ τῶν Παναθηναίων τ[οῖς Σε]βαστοῖς πάντα μὲν τὰ πρὸς εὐσέβειαν τῶν θεῶν κα- | |
| [τὰ] τὸ ἔθος αὐτῆς ἐκπρεπῶς <θυσιῶ>ν πολλῶν ἱερουργ[ουμένω]ν ἐξεπλήρωσεν, τῆι δὲ ἐνφύτωι φιλανθρωπίᾳ πρός | |
| τε τοὺς ἐνχωρίους καὶ τοὺς ξένους ἐχρήσατο ὡς <θαυμάζεσθαι> ὑπὸ τ[ῶν ἐπιδη]μού<ν>των ξένων μετὰ πάσης ἀποδοχῆς ἐπί τε εὐσε- | |
| βείαι καὶ ὁσιότητι καὶ φιλοδοξίᾳ, ἐν δὲ τῶι κατ’ ἔτος [ἐνιαυτῶ]ι ἀπούσης μὲν αὐτῆς, πάντων δὲ συντετελεσμένων | |
| 10 | ἐκπλέως κατὰ τὴν ἐκείνης εὐσέβειαν καὶ τῶν ἀπὸ τῆς οἰ[κουμέν]ης ἐνπόρων καὶ ξένων τῶν ἐληλυθότων εἰς τὴν πανή- |
| γυριν βουλομένων ἀναθεῖναι α̣ὐτῆς ὅπλον εἰκονικὸν ἐπ[ίχρυσ]ον καὶ διὰ τοῦτο ἐπεληλυθότων ἐπί τε τὴν βουλὴν καὶ τὸν | |
| δῆμον καὶ ἀξιούντων συνχωρηθῆναι αὐτοῖς ποιήσασθαι τὴν ἀνάθεσιν· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| συγκεχωρῆσθαι αὐτοῖς ἀναθεῖναι τὸ ὅπλον ἐν τῷ τῆς Πολιάδος ναῷ, ἐφ’ ὧ καὶ ἐπιγράψαι· οἱ ἀπὸ τῆς Ἀσίας ἐργασταὶ | |
| ἀφειγμένοι εἰς τὴν πανήγυριν καὶ ἀτέλειαν τὴν ἀγομένην ἐν Κυζικῷ τοῖς Σεβαστοῖς καὶ τῇ Πολιάδι Ἀθηνᾷ | |
| 15 | Ἀντονίαν Τρύφαιναν, βασιλέως Πολέμωνος καὶ βασιλίσσης Πυθοδωρίδος Φιλομήτορος θυγατέρα, ἱερήαν Σεβασ- |
| τῆς Νεικηφόρου, διά τε τὴν περὶ τὸν τοῦ μεγίστου θεῶν Τιβερίου Σεβαστοῦ Καίσαρος οἶκον εὐσέβειαν καὶ διὰ τὴν | |
| ἐν πᾶσι σεμνότητα καὶ εἰς ἑαυτοὺς εὐεργεσίαν. |