[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 37-41 n.Chr. — AM 16,1891,141-144
| 1 | [ἐπ]ὶ Ἑστιαίου τοῦ Θεμιστώνακτος ἱππάρχεω, Ληναιῶνος ιʹ, |
| ἔδοξεν τῇ βουλῇ καὶ τῷ δήμῳ· στρατηγὸς κατὰ πόλιν Ἀπολλώνιος Δημη- | |
| τρίου Ἀργαδεὺς μέσης ἐπὶ Θεμιστώνακτος εἶπεν· ἐπειδὴ ἡ κρατίστη καὶ φιλοσέ- | |
| βαστος Ἀντωνία Τρύφαινα πᾶσαν ἀεὶ ὁσίαν τῆς εἰς τὸν Σεβαστὸν | |
| 5 | εὐσεβείας ἐφευρίσκουσα ἐπίνοιαν καὶ τὴν τῆς πόλεως ἡμῶν ἐπισκευὴν |
| χαριστῆριον τοῦ Σεβαστοῦ καθωσίωκεν οὐχ ἱστορήσασα ἡμᾶς ὡς παλαιὸν | |
| Κυζίκου κτίσμα, [ἀ]λλὰ ἐπιγνοῦσα νέαν Ἀγρίππα χάριν, τά τε συνχωσθέντα τῶν εὐ- | |
| ρείπων πρότερον φόβοις πολέμου τῇ τοῦ Σεβαστοῦ συνανοίγνουσ[α] εἰρήνῃ μεγί- | |
| στῳ κἀιππιφανεσ(τά)τῳ {²⁶καὶ ἐπιφανεστάτῳ}²⁶ θεῷ [Γαΐῳ] Καίσαρι ἀρχαίαν καὶ προγονικὴν τοῦ γένους αὐτοῦ νεω- | |
| 10 | κόρον ἐπανακτωμένη πόλιν· ὁ δὲ δῆμος αὐτῆς τὴν πρὸς τὸν Σεβαστὸν οἶκον θαυμά- |
| σας εὐσέβειαν καὶ τῆς ἀδιαψεύστου ἐπὶ τῷ παιδὶ τῶν ἐντολῶν μνήμῃ Ῥοιμητάλκᾳ | |
| βασιλεῖ Κότυος υἱῷ ἀποδεξάμενος ἀ<λ>είπτοις ἐκείνου τῆς ἐπιθυμίας βουλήμασιν | |
| καὶ τεθν<ε>ῶτος ἐνέζηκεν ἡ τῶν σπουδασθέντων μνήμη πολλὴν εἰση- | |
| νένκατο σπουδὴν, ὅπως μὴ τὸ πολυδάπανον αὐτῆς τῶν κατασκευαζομέ- | |
| 15 | νων ἔργων [αἱ] περὶ τὴν ἀγορὰν ἐνποδίσωσι δυσφημίαι, ἐκ παντὸς αὐτῆς βουλομένης |
| τῇ τῶν ἰδίων ἀναλωμάτων δαψειλίᾳ ἀνεπιβάρητον περὶ τὴν ἀγορὰν μεῖναι τὴν εὐε- | |
| τηρίαν, καὶ ταῦτα παρεσκευασμένης ἐκ τῶν ἰδίων τοῖς ὑπηρετοῦσιν ἀνενλιπῆ παρασ- | |
| χεῖν τὴν ἀγοράν· δι’ ἃ δὴ δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ, τούς τε ἄρχοντας καὶ στε- | |
| φανηφόρους πάντας συνεπισχύειν τοῖς ἀγορανόμοις, ὅπως ἐν ταῖς αὐταῖς πᾶσα ἡ ἀγο- | |
| 20 | ρὰ πάντων μένῃ τειμαῖς, καὶ μηδὲ εἷς τῶν πιπρασκόντων τι κατὰ μηδένα τρόπον |
| πλείονος ἐπιβάλληται πιπράσκειν τῆς ἐνεστώσης τειμῆς· τὸν δὲ κακουργοῦντ[α πε]- | |
| ρ<ὶ τ>ὴν κοινὴν τῆς πόλεως εὐετηρίαν καὶ παραφθίραντά τι τὴν ἀγορὰν τῶν ὠ[νί]- | |
| ων [ὡ]ς κοινὸν τῆς πόλεως λυμεῶνα ἐπάρατον εἶναι ζημιοῦσθαί τε ὑπὸ τῶν [ἀρχόν]- | |
| των, καὶ ἀναχθέντα εἰς τὸν δῆμον ἐὰν μὲν πολείτης ᾖ, ἀποξενοῦσθαι, ἐ[ὰν δὲ ξέ]- | |
| 25 | νος ἢ μέτοικος, καὶ τῆς πόλεως εἴργεσθαι, τό τε ἐργαστήριον αὐτοῦ σ̣ανι̣δίοι[ς] |
| προσηλοῦσθαι, ἄχρι οὗ συντελεσθῇ τὸ ἔργον, ἔχον καὶ τὴν τῆς ζημίας ἐπιγραφή[ν]· | |
| τοὺς δὲ ἐκ σπουδῆς τε καὶ εὐνοίας ταῖς τῶν ἔργων ἑαυτοὺς ἐνπαρασχόντας ὑπηρεσία[ις τε]- | |
| χνείτας τε καὶ ἐπιστ<άτ>ας καὶ ἀρχιτέκτονας μαρτυρηθέντας ὑπὸ τῆς σεμνοτάτης Τρυφαίν[ης με]- | |
| τὰ τὴν τελεί<ω>σιν τοῦ ἔργου καὶ τῆς παρὰ τῷ δήμῳ τυχεῖν ἀπο<δο>χῆς· προσκαταστῆσαι δὲ κα[ὶ] |