[ ]
Aiol.Mys.: Kaikos — bei Kazıkbağları? [Ab: Elaia? / Pergamon] — 1.Jh.n.Chr. — TTK Belleten 29,1965,588-91 Nr.2
| 1 | ἔδοξεν τοῖς [ἀπὸ τῆς οἰκουμένης ἱερονίκαις] |
| καὶ συνστεφα[νείταις καὶ τοῖς τούτων ἐπι]- | |
| στάταις ἐπὶ το[ῦ ἐν Νεαπόλει ἀγῶνος]· | |
| ἐπεὶ Μᾶρκος Ἀ̣λ̣[φίδιος Ἐλαΐτης — — —] | |
| 5 | ΔΩΝΗΟΜΙΜΩ[— — — — — — — — — — — — —] |
| καὶ ἐπιεικέστατος ἐγένετ[ο π]ρ[ὸς] εὐφύειαν | |
| καὶ φιλοπονίαν ἐ̣π̣ὶ̣ τὸ τελειότατον τῆς ἐν | |
| ἀθλήσει πράξεως ἤλασεν ὡς πλείστους | |
| ἀγῶνας καὶ ἱεροὺς καὶ ἰσακτίους ἐπιδό- | |
| 10 | ξως κατορθῶσαι καὶ κατὰ πρᾶξιν μηδέ- |
| ποτε χείρων μηδενος ἐλεγχθῆναι ἐνα- | |
| γωνιζόμενος τῆι περιόδωι, καὶ τοὺς | |
| μὲν ἤδη νενεικηκὼς αὐτῆς, ἀγῶνας, οὓς | |
| δὲ τὰ μάλιστα ἐλπιζόμενος ὑπὸ τοῦ | |
| 15 | βασκάνου δαίμονος μεσολαβηθεὶς |
| ἐν τῆι καλλίστηι ἀκμῆι ἐτελεύτα ἐπὶ τοῦ | |
| ἐν Νεαπόλει ἀγῶνος, ἥ τε ἐπὶ τῷ ἀνδρὶ | |
| συμφορὰ οὐ μόνον ἀνειαρὰ πᾶσιν διὰ | |
| τὴν πρὸς αὐτὸν εὔνοιαν ἐγένετο, ἀλλὰ καὶ | |
| 20 | τὰ μέγιστα ἔβλαψεν τοὺς συναθλητὰς |
| ἐκκόψασα τὸ κράτιστον ὑπόδειγμα καὶ κα- | |
| τὰ σωφροσύνην καὶ κατὰ πρᾶξιν· δεδό- | |
| χθαι τοῖς ἀπὸ τῆς οἰκουμένης ἱερονίκαις | |
| καὶ στεφανείταις καὶ τοῖς τούτων ἐπιστά- | |
| 25 | ταις μαρτυρῆσαι πρὸς τὴν πατρίδα διὰ |
| ψηφίσματος, πάντων ἐπισημηναμένων, | |
| τῶι μὲν ἀναξίωι πρὸ ὥρας τελευτᾶν Μαρ- | |
| κῶι Ἀλφιδίωι ἀνδρὶ θαυμασιωτάτωι τήν τε | |
| ἀμεί̣μητον αὐτοῦ σωφροσύνην καὶ ἡμε- | |
| 30 | ρότητα ἣν ἐπεδείξατο παρὰ πάντα τὸν τῆς |
| ἀθλήσεως χρόνον, ὃν ἔφθη προλαβών, καὶ | |
| τὴν ἀνυπέρβλητον αὐτοῦ πρᾶξιν, δηλῶσαι | |
| δὲ καὶ τὴν τῶν συνιερονικῶν εἰς αὐτὸν | |
| συμπαθίαν, ὅτι εἰς μὲν τὸ κῆδος αὐτο- | |
| 35 | κέλευστοι καὶ ὁμοθυμαδὸν ἠθροίσθη- |
| σαν, καὶ κοινῇ καὶ ἰδίᾳ τὰ νομιζόμενα εἰς | |
| τὴν τοιαύτην τειμὴν ἐπιφέροντες καὶ κα- | |
| τοδυράμενοι ὡς οἰκεῖον ἅπαντες προέ- | |
| πεμψαν τὴν τελευταίαν, ὑπὸ δὲ δύο τῶν | |
| 40 | καὶ ἐκκομιζόντων αὐτὸν τῶν τότε ἐπιση- |
| μοτάτων ἱερονικῶν ἀνήγγειλάν τε στεφά- | |
| νοῦντες αὐτὸν ἐν τῶι κοινῶι οἱ ἀπὸ τῆς | |
| οἰκουμένης ἱερονῖκαι χρυσοῖς στεφά- | |
| ν̣οις καὶ εἰκόσι γραπταῖς ἐν ὅπλοις ἐπιχρύ- | |
| 45 | [σ]οις καὶ ἀνδριᾶσιν, οὓς καὶ ἀνασταθῆ- |
| [ναι ἐ]πιγραφὴν ἔχοντας ὅτι· οἱ ἀπὸ τῆς οἰ- | |
| [κουμέ]νης ἱερονῖκαι καὶ στεφανεῖται καὶ οἱ | |
| [τούτω]ν̣ ἐπιστάται ἐτείμησαν Μᾶρκον | |
| Ἀλφ[ίδιον] τὸν συνιερονίκην μεσολαβη- | |
| 50 | θέντα [ἐν τῆι] κρατίστηι ἀκμῆι τῆς ἀθλήσε- |
| ως, ἄνδ[ρα] π̣προσηνέστατον πᾶσιν | |
| καὶ διενηνοχ[ό]τα τῶν καθ’ αὑτὸν καὶ πρά- | |
| ξεως ἕνεκεν [καὶ τ]ῆς περὶ τἄλλα σωφρο- | |
| σύνης καὶ κο[σμι]ότητος· μαρτυρῆσαι | |
| 55 | δὲ καὶ Μην̣[․․․․] Ἡρακλείδου τῶι ἐκ παιδὸς̣ |
| αὐτοῦ φ[ίλωι ․․․․]βε[․․․․․] καὶ ὑπερβάλ- | |
| λουσαν ἐπιδεδειγ̣μ̣έ̣νωι ἐν παντὶ και- | |
| ρῶι τὴν εἰς τὸν [φίλον εὔν]οιαν. vacat |