[ ] Aiol.Mys.: Kaikos — bei Kazıkbağları? [Ab: Elaia? / Pergamon] — 1.Jh.n.Chr. — TTK Belleten 29,1965,588-91 Nr.2
1 ἔδοξεν τοῖς [ἀπὸ τῆς οἰκουμένης ἱερονίκαις]
καὶ συνστεφα[νείταις καὶ τοῖς τούτων ἐπι]-
στάταις ἐπὶ το[ῦ ἐν Νεαπόλει ἀγῶνος]·
ἐπεὶ Μᾶρκος Ἀ̣λ̣[φίδιος Ἐλαΐτης — — —]
5 ΔΩΝΗΟΜΙΜΩ[— — — — — — — — — — — — —]
καὶ ἐπιεικέστατος ἐγένετ[ο π]ρ[ὸς] εὐφύειαν
καὶ φιλοπονίαν ἐ̣π̣ὶ̣ τὸ τελειότατον τῆς ἐν
ἀθλήσει πράξεως ἤλασεν ὡς πλείστους
ἀγῶνας καὶ ἱεροὺς καὶ ἰσακτίους ἐπιδό-
10 ξως κατορθῶσαι καὶ κατὰ πρᾶξιν μηδέ-
ποτε χείρων μηδενος ἐλεγχθῆναι ἐνα-
γωνιζόμενος τῆι περιόδωι, καὶ τοὺς
μὲν ἤδη νενεικηκὼς αὐτῆς, ἀγῶνας, οὓς
δὲ τὰ μάλιστα ἐλπιζόμενος ὑπὸ τοῦ
15 βασκάνου δαίμονος μεσολαβηθεὶς
ἐν τῆι καλλίστηι ἀκμῆι ἐτελεύτα ἐπὶ τοῦ
ἐν Νεαπόλει ἀγῶνος, ἥ τε ἐπὶ τῷ ἀνδρὶ
συμφορὰ οὐ μόνον ἀνειαρὰ πᾶσιν διὰ
τὴν πρὸς αὐτὸν εὔνοιαν ἐγένετο, ἀλλὰ καὶ
20 τὰ μέγιστα ἔβλαψεν τοὺς συναθλητὰς
ἐκκόψασα τὸ κράτιστον ὑπόδειγμα καὶ κα-
τὰ σωφροσύνην καὶ κατὰ πρᾶξιν· δεδό-
χθαι τοῖς ἀπὸ τῆς οἰκουμένης ἱερονίκαις
καὶ στεφανείταις καὶ τοῖς τούτων ἐπιστά-
25 ταις μαρτυρῆσαι πρὸς τὴν πατρίδα διὰ
ψηφίσματος, πάντων ἐπισημηναμένων,
τῶι μὲν ἀναξίωι πρὸ ὥρας τελευτᾶν Μαρ-
κῶι Ἀλφιδίωι ἀνδρὶ θαυμασιωτάτωι τήν τε
ἀμεί̣μητον αὐτοῦ σωφροσύνην καὶ ἡμε-
30 ρότητα ἣν ἐπεδείξατο παρὰ πάντα τὸν τῆς
ἀθλήσεως χρόνον, ὃν ἔφθη προλαβών, καὶ
τὴν ἀνυπέρβλητον αὐτοῦ πρᾶξιν, δηλῶσαι
δὲ καὶ τὴν τῶν συνιερονικῶν εἰς αὐτὸν
συμπαθίαν, ὅτι εἰς μὲν τὸ κῆδος αὐτο-
35 κέλευστοι καὶ ὁμοθυμαδὸν ἠθροίσθη-
σαν, καὶ κοινῇ καὶ ἰδίᾳ τὰ νομιζόμενα εἰς
τὴν τοιαύτην τειμὴν ἐπιφέροντες καὶ κα-
τοδυράμενοι ὡς οἰκεῖον ἅπαντες προέ-
πεμψαν τὴν τελευταίαν, ὑπὸ δὲ δύο τῶν
40 καὶ ἐκκομιζόντων αὐτὸν τῶν τότε ἐπιση-
μοτάτων ἱερονικῶν ἀνήγγειλάν τε στεφά-
νοῦντες αὐτὸν ἐν τῶι κοινῶι οἱ ἀπὸ τῆς
οἰκουμένης ἱερονῖκαι χρυσοῖς στεφά-
ν̣οις καὶ εἰκόσι γραπταῖς ἐν ὅπλοις ἐπιχρύ-
45 [σ]οις καὶ ἀνδριᾶσιν, οὓς καὶ ἀνασταθῆ-
[ναι ἐ]πιγραφὴν ἔχοντας ὅτι· οἱ ἀπὸ τῆς οἰ-
[κουμέ]νης ἱερονῖκαι καὶ στεφανεῖται καὶ οἱ
[τούτω]ν̣ ἐπιστάται ἐτείμησαν Μᾶρκον
Ἀλφ[ίδιον] τὸν συνιερονίκην μεσολαβη-
50 θέντα [ἐν τῆι] κρατίστηι ἀκμῆι τῆς ἀθλήσε-
ως, ἄνδ[ρα] π̣προσηνέστατον πᾶσιν
καὶ διενηνοχ[ό]τα τῶν καθ’ αὑτὸν καὶ πρά-
ξεως ἕνεκεν [καὶ τ]ῆς περὶ τἄλλα σωφρο-
σύνης καὶ κο[σμι]ότητος· μαρτυρῆσαι
55 δὲ καὶ Μην̣[․․․․] Ἡρακλείδου τῶι ἐκ παιδὸς̣
αὐτοῦ φ[ίλωι ․․․․]βε[․․․․․] καὶ ὑπερβάλ-
λουσαν ἐπιδεδειγ̣μ̣έ̣νωι ἐν παντὶ και-
ρῶι τὴν εἰς τὸν [φίλον εὔν]οιαν. vacat
Search Help
Contact Us