[ ] Att. — stoich. 36 — 283/2
1 [ἐπ]ὶ Μενεκλέους ἄρχοντος ἐπὶ τῆς Πανδιονίδ-
[ος][γ]δόης πρυτανείας, ἧι Θεόδωρος Λυσιθέου
[Τρ]ι[κ]ο[ρ]ύσιος ἐγραμμάτευεν· Ἀνθεστηριῶνος
[ἕνει κ]αὶ νέαι· ἐκκλησία· τῶν προέδρων ἐπεψήφ-
5 [ιζεν ․․․δ]ωρος Ναυσιμάχου Εὐωνυμεὺς καὶ συ-
[νπρόεδρ]οι· v ἔδοξεν τῶι δήμωι· Καλλίστρατο-
[ς Γλ]αύκωνος Κρωπίδης εἶπεν· περὶ ὧν ἀπαγγέλ-
[λουσιν ο]ἱ ἐπιμεληταὶ τῶν μυστηρίων ὑπὲρ τῆ-
[ς θυσίας], ἣν ἔθυσαν ἐν τοῖ[ς πρ]ὸς Ἄγραν μυστηρ-
10 [ίοις, v] ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ τοὺ-
[ς πρ]οέδ[ρο]υς, οἳ ἂν λάχωσιν προεδρεύειν ἐν τῶ-
[ι δήμωι ε]ἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν προσαγα-
[γεῖ]ν αὐτο[ὺς] πρ[ὸ]ς τὸν δῆμον καὶ χρηματίσαι, γ-
[νώμη]ν δὲ ξυμ[β]άλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆ-
15 [μον], ὅτι δοκεῖ τεῖ βουλεῖ, τὰ μὲν ἀγαθὰ δέχεσθ-
[αι] τὴν βουλὴν καὶ τὸν δῆμον ἅ φασιν γεγονένα-
[ι ἐ]ν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτ-
[ηρί]αι τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων
[ὅσ]οι εἰσὶν εὔνους καὶ φίλοι τοῦ δήμου· v ἐπει-
20 [δὴ δ]ὲ οἱ ἐπιμεληταὶ [τ]ῶν μυστηρίων πρότερόν
[τε] ἐν τεῖ θυσ[ί]αι τῶν μεγάλων μυστηρίων ἐπεμ-
[ελή]θ[η]σαν τῆς θυσίας καὶ νῦν τεθύκασιν τὰ σω-
[τήρ]ια [τα]ῖς [θ]εα[ῖς] ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμ-
[ου ἐκ] τῶ[ν ἰδ]ίων καὶ τῶν ἄλλων ἐπιμεμέληνται
25 [καλῶ]ς κα[ὶ φ]ιλοτίμως, ἐπ[αινέσ]αι τοὺς ἐπιμε[λ]-
[ητὰς τ][ν μ]υστηρίων [v Φιλοκτ?]ήμονα̣ Γλαύκων[ο]-
[ς Κρωπί]δην v Δημ[ο]κ[ρά]τη[ν] Ἐπι[κρ][τ]ου ἐκ Κερ[αμ]-
[έων] εὐσεβε[ί]α[ς] ἕνεκα τῆ[ς πρὸς τὰ]ς θεὰς κ[αὶ φι]-
[λοτι]μί[ας τῆ]ς πρὸς τὴ[ν βουλὴν καὶ τὸν δῆμον· ἀ]-
30 [ναγράψαι δ]ὲ τόδε [τὸ ψήφισμα τὸν γραμματέα τ]-
[ὸν κατὰ] πρυτα[νείαν ἐν στήληι λιθίνηι καὶ στ]-
[ῆσαι ἐν τῶι] Ἐλευσ[ινίωι — — — — — — — — — —]
Search Help