1 | ἐπὶ ἱερείας Ἡγησιπύλης. |
ἐπ’ Εὐθίου ἄρχοντος, ἐπὶ τῆς | |
Αἰαντίδος δωδεκάτης πρυ- | |
τανείας ἧι Ναυσιμένης | |
5 | Ναυσικύδου Χολαργεὺς |
ἐγραμμάτευεν· Σκιροφοριῶ- | |
νος ἕνηι καὶ νέαι· Καλλίας Λ[υ]- | |
σιμάχου Ἕρμειος εἶπεν· ὅπ[ω]- | |
ς ἂν οἱ ἀστυνόμοι οἱ ἀεὶ λανχ[ά]- | |
10 | νοντες ἐπιμέλειαν ποιῶντα[ι] |
τοῦ ἱεροῦ τῆς Ἀφροδίτης τῆς | |
Πανδήμου κατὰ τὰ πάτρια, τύ- | |
χηι ἀγαθεῖ, δεδόχθαι τῆι βου- | |
λῆι τοὺς προέδρους οἳ ἂν λάχω- | |
15 | σιν προεδρεύειν εἰς τὴν ἐπιοῦ- |
σαν ἐκκλησίαν προσαγαγεῖν τὸν | |
[ο]ἰκεῖον τῆς ἱερείας καὶ χρηματίσαι | |
περὶ τούτων, γνώμην δὲ ξυνβάλλε- | |
[σ]θαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅ- | |
20 | [τ]ι δοκεῖ τῆι βουλῆι, τοὺς ἀστυνό- |
μους τοὺς ἀεὶ λαχόντας, ὅταν ἦι | |
ἡ πομπὴ τῆι Ἀφροδίτηι τεῖ Πανδή- | |
μωι παρασκευάζειν εἰς κάθαρσι[ν] | |
τοῦ ἱεροῦ περιστερὰν καὶ περιαλε[ῖ]- | |
25 | [ψα]ι τοὺς βωμοὺς καὶ πιττῶσαι τὰς [ὀ]- |
[ροφὰς] καὶ λοῦσαι τὰ ἕδη· παρα[σκευ]- | |
[άσαι δὲ κα]ὶ πορφύραν ὁλκὴν #⁷#⁷ — — | |
— — — — — — — — — — — — τὰ ἐπὶ τ — — |
IG II²
659