[ ] Att. — non-stoich. — 287/6 — IG II² 659 Add. (pt. 1.2 p. 662)
1 ἐπὶ ἱερείας Ἡγησιπύλης.
ἐπ’ Εὐθίου ἄρχοντος, ἐπὶ τῆς
Αἰαντίδος δωδεκάτης πρυ-
τανείας ἧι Ναυσιμένης
5 Ναυσικύδου Χολαργεὺς
ἐγραμμάτευεν· Σκιροφοριῶ-
νος ἕνηι καὶ νέαι· Καλλίας Λ[υ]-
σιμάχου Ἕρμειος εἶπεν· ὅπ[ω]-
ς ἂν οἱ ἀστυνόμοι οἱ ἀεὶ λανχ[ά]-
10 νοντες ἐπιμέλειαν ποιῶντα[ι]
τοῦ ἱεροῦ τῆς Ἀφροδίτης τῆς
Πανδήμου κατὰ τὰ πάτρια, τύ-
χηι ἀγαθεῖ, δεδόχθαι τῆι βου-
λῆι τοὺς προέδρους οἳ ἂν λάχω-
15 σιν προεδρεύειν εἰς τὴν ἐπιοῦ-
σαν ἐκκλησίαν προσαγαγεῖν τὸν
[ο]ἰκεῖον τῆς ἱερείας καὶ χρηματίσαι
περὶ τούτων, γνώμην δὲ ξυνβάλλε-
[σ]θαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅ-
20 [τ]ι δοκεῖ τῆι βουλῆι, τοὺς ἀστυνό-
μους τοὺς ἀεὶ λαχόντας, ὅταν ἦι
ἡ πομπὴ τῆι Ἀφροδίτηι τεῖ Πανδή-
μωι παρασκευάζειν εἰς κάθαρσι[ν]
τοῦ ἱεροῦ περιστερὰν καὶ περιαλε[ῖ]-
25 [ψα]ι τοὺς βωμοὺς καὶ πιττῶσαι τὰς [ὀ]-
[ροφὰς] καὶ λοῦσαι τὰ ἕδη· παρα[σκευ]-
[άσαι δὲ κα]ὶ πορφύραν ὁλκὴν #⁷#⁷ — —
— — — — — — — — — — — — τὰ ἐπὶ τ — —
Search Help