[ ] Tr.: Skamander u. Nebentäler — Skepsis (Kurşunlu-Tepe) — 311/310 v.Chr. — JHS 19,1899,332-333 (B) [OGIS 6]
[ — — — — — — — — — — — — — — ἀφέσταλκεν]
1 Ἄκιον· ὃς [ὑπάρχει τῆι πόλει ἡμῶν εἰς τὸ]
[π]ᾶν εὔνους καὶ [τὴν πρ]ο[θυμίαν ἀεὶ διαφυ]-
λάσσων διατελεῖ, καὶ ἀ[ξιοῖ] αὐτῶι ἐμφα-
[ν]ί<ζ>ειν ὧν ἂν δέηται ἡ πόλις· ἀφέσταλκ[ε]
5 [δ]ὲ καὶ τὰς ὁμολογίας τὰς πρὸς Κασσαν-
δρον καὶ Πτολεμαῖον καὶ Λυσίμαχον αὐ-
τῶι γεγενημένας καὶ τῶν ὅρκων ἀντίγρα-
φα· καὶ περὶ τῆς τῶν Ἑλλήνων εἰρήνης
καὶ αὐτονομίας τὰ πεπραγμένα· δεδό-
10 [χ]θαι τῶι δήμωι· ἐπειδὴ Ἀντίγονος τῆι τε
[π]όλει καὶ τοῖς ἄλλοις Ἕλλησιν μεγάλων
ἀγαθῶν αἴτιος γεγένηται· ἐπαινέσαι
μὲν Ἀντίγονον καὶ συνησθῆναι αὐτῶι
ἐπὶ τοῖς πεπραγμένοις· συνησθῆναι δὲ
15 τὴν πόλιν καὶ τοῖς Ἕλλησιν ὅτι ἐλεύθε-
[ρ]οι καὶ αὐτόνομοι ὄντες ἐν εἰρήνηι
[εἰς] τὸ λοιπὸν διάξουσιν· ὅπως δ’ ἂν Ἀντί-
γονος τιμηθῆι καταξίως τῶμ πεπραγμέ-
νων· καὶ ὁ δῆμος φαίνηται χάριν ἀποδι-
20 δοὺς ὧν προείληφεν ἀγαθῶν· ἀφορίσαι
αὐτῶι τέμενος καὶ βωμὸν ποῆσαι καὶ ἄγαλμα
στῆσαι ὡς κάλλιστον· τὴν δὲ θυσίαν κα[ὶ]
τὸν ἀγῶνα καὶ τὴν στεφανηφορίαν καὶ
τὴν λοιπὴν παν[ήγ]υριν γίνεσθαι αὐτῶι
25 καθ’ ἕκαστον ἔτ[ος, κα]θάπερ καὶ πρότερο[ν]
συνετελεῖτο· [στεφα]νῶσαι δὲ αὐτὸν χρυ-
σῶι στεφάνωι [ἀπὸ στατήρ]ων χρυσῶν ἑκα-
τόν· στεφανῶσ[αι] δὲ καὶ [Δημ]ήτριον καὶ Φί-
λιππον, ἑκάτερον χρυσοῖ[ς  πεν]τήκοντα·
30 ἀπαγγεῖλαι δὲ τοὺς στεφάν[ους τῶ]ι ἀγῶ[νι]
ἐν τῆι πανηγύρει· θῦσαι δὲ καὶ [εὐ]αγγέ-
λια τὴν πόλιν ἐπὶ τοῖς ὑπ’ Ἀντιγόν[ου]
ἀφεσταλμένοι[ς]· στεφανηφορῆσαι δ[ὲ]
καὶ τοὺς πολίτα[ς] πάντας· τὸ δὲ ἀνάλω-
35 μα δοῦναι τὸ εἰ[ς τ]αῦτα τὸν ταμίαν·
πέμψαι δὲ καὶ αὐ[τ]ῶι ξένια· τὰς δὲ ὁμολο-
γίας καὶ τὰς ἐπ[ι]στολὰς τὰς παρ’ Ἀντιγό-
νου· καὶ τοὺς ὅ[ρ]κους οὓς ἀπέστειλεν
ἀναγράψαι εἰς [σ]τήλην καθάπερ Ἀντίγο-
40 νος ἐφέστειλε[ν, κ]αὶ θεῖναι εἰς τὸ ἱερὸν
τῆς Ἀθηνᾶς· ἐπ[ιμελη]θῆναι δὲ τὸν γραμ-
ματέα· δοῦναι [δὲ] καὶ εἰς ταῦτα τὸ ἀνάλω-
μα τὸν ταμίαν· [ὀμόσα]ι δὲ τοὺς πολίτας
πάντας τὸν ὅρ[κον τὸν ἀφεσ]ταλμένον κα-
45 θάπερ Ἀντί[γονος ἐφέστειλεν]· τοὺς δὲ
ἡιρημέ[νους — — — — — — — — — — — — — ]
νους — — — — — — — — — — — — — — — — —]
υ[— — —
Search Help