[ ]
Tr.: Skamander u. Nebentäler — Skepsis (Kurşunlu-Tepe) — 311/310 v.Chr. — JHS 19,1899,330-332 (A) [OGIS 5]
| 1 | [․․․8․․․․ σπουδὴν] ἐποιού[μ]εθα [περὶ τῆς τῶν] |
| [Ἑλλήνων ἐλ]ευθερίας· ἄλλα τε οὐ μικ[ρ]ὰ δι[ὰ] | |
| [τοῦτο συγχ]ωροῦντες καὶ χρήματα προσδια- | |
| [․․․7․․․, κα]ὶ ὑπὲρ τούτων συναπεστείλαμε[ν] | |
| 5 | [μετὰ Δημά]ρχου Αἰσχύλον· ἕως δὲ συνωμολογ- |
| [εῖτο ἐπὶ τ]ούτοις τὴν ἔντευξιν ἐπὶ τοῦ Ἑλλη[σ]- | |
| [πόντου] ἐπ<ο>ιούμεθα· καὶ εἰ μὴ κωλυταὶ τι- | |
| [νες ἐγέ]νοντο, τότε ἂν συνετελέσθη ταῦτα· | |
| [νῦν δὲ] γενομένων λόγων Κασσάνδρωι καὶ Πτο- | |
| 10 | [λεμαί]ωι ὑπὲρ <δ>ιαλύσεων· καὶ πρὸς ἡμᾶς πα- |
| [ραγε]νομένων· Πρεπελάου καὶ Ἀριστοδήμου | |
| [ὑπὲ]ρ τούτων· καίπερ ὁρῶντές τινα· ὧν ἠξί- | |
| [ου] Κάσσανδρος ἐργωδέστερα ὄντα· ἐπεὶ τὰ | |
| [π]ερὶ τοὺς Ἕλληνας συνωμολογεῖτο· ἀναγ- | |
| 15 | [κ]αῖον ὤιμεθα εἶναι παριδεῖν· ἵνα τοῦ τὰ ὅ- |
| λα συντελεσθῆναι τὴν ταχίστην· ἐπεὶ πρὸ | |
| πολλοῦ γ’ ἂν ἐποιησάμεθ’ ἅπαντα διοικῆσα[ι] | |
| τοῖς Ἕλλησιν καθὰ προειλόμεθα· διὰ τὸ δὲ | |
| μακρότερον τοῦτο γίνεσθαι· ἐν δὲ τῶι χρο- | |
| 20 | νίζειν ἐνίοτε πολλὰ καὶ παράλογα συμβαί- |
| νειν· φιλοτιμεῖσθαι δὲ ἐφ’ ἡμῶν τὰ πρὸς το[ὺς] | |
| Ἕλληνας συντελεσθῆναι, ὤιμεθα δεῖν μηδὲ | |
| μικρὰ κινδυνεῦσαι τὰ ὅλα μὴ διοικηθῆναι· | |
| ὅσην δὲ σπουδὴν πεποήμεθα περὶ ταῦτα, φανε- | |
| 25 | ρὸν οἶμαι ἔσεσθαι καὶ ὑμῖν καὶ τοῖς ἄλλοις |
| ἅπασιν ἐξ αὐτῶν τῶν διοικημένων· ὄντων δ’ [ἡ]- | |
| μῖν τῶν πρὸς Κάσσανδρον καὶ Λυσίμαχον συν- | |
| τετελεσμένων· πρὸς <ἃ> Πρεπέλαον ἔπεμψαν αὐ- | |
| τοκράτορα· ἀπέστειλεν Πτολεμαῖος πρὸς ἡ- | |
| 30 | μᾶς πρέσβεις, ἀξιῶν καὶ τὰ πρὸς αὑτὸν διαλυ- |
| θῆναι καὶ εἰς τὴν αὐτὴν ὁμολογίαν γραφῆναι· | |
| [ἡ]με<ῖ>ς δὲ οὐ μικρὸμ μὲν ἑ[ω]ρῶμεν τὸ μεταδιδό- | |
| [ναι φιλ]οτιμίας ὑ[π]ὲρ ἧς πράγματα οὐκ ὀλίγα | |
| ἐσχ[ήκαμεν κ]α[ὶ] χρήματα πολλὰ ἀνηλώκαμε[ν], | |
| 35 | καὶ τα[ῦτ]α τῶν πρὸς Κά[σ]σανδρον κ[αὶ Λ]υ̣σ̣ί̣[μα]- |
| χον ἡμῖν διωικημένων· καὶ εὐχερεσ[τέρας] | |
| οὔσης τῆς λοιπῆ[ς π]ραγματείας· οὐ μὴν ἀλλὰ | |
| διὰ τὸ ὑπολαμ[β]άνειν καὶ τῶν πρὸς τοῦτον | |
| συντελεσθέ[ν]των· τὰ πρὸς Πολυπέρχοντα | |
| 40 | θ̣ᾶσσον ἂν διοικηθῆναι, μηθενὸς αὐτῶι συν- |
| ορκοῦτος· καὶ διὰ τὴν οἰκειότητα τὴν ὑπάρ- | |
| χουσαν ἡμῖν πρὸς αὐτόν· ἅμα δὲ καὶ ὑμᾶς ὁ- | |
| ρῶντες κα[ὶ] τοὺς ἄλλους συμμάχους ἐνοχλου- | |
| μένους ὑπό τε τῆς στρατείας καὶ τῶν δαπανη- | |
| 45 | μάτων· ὤιμεθα καλῶς ἔχειν συγχωρῆσαι καὶ |
| τὰ[ς δ]ιαλ[ύσ]εις ποήσασθαι καὶ πρὸς τοῦτον· | |
| σ[υνο]μολογησόμενον δὲ ἀπεστείλαμεν Ἀρισ- | |
| τό[δ]ημον καὶ Αἰσχύλον καὶ Ἡγησίαν· οὗτοι | |
| τε δὴ παρεγένοντο λαβόντες τὰ πιστὰ καὶ οἱ | |
| 50 | παρὰ Πτολεμαίου οἱ περὶ Ἀριστόβουλον ἦλ- |
| θον ληψόμενοι παρ’ ἡμῶν· ἴστε οὖν συντετε- | |
| λεσμένας τὰς διαλύσεις καὶ τὴν εἰρήνην γε- | |
| γενημένην· γεγράφαμεν δὲ ἐν τῆι ὁμολογίαι | |
| ὀμόσαι τοὺς Ἕλληνας πάντας συνδιαφυλάσ- | |
| 55 | σειν ἀλλήλοις τὴν ἐλευθερίαν καὶ τὴν αὐτ[ο]- |
| [ν]ομίαν, ὑπολαμβάνοντες ἐφ’ ἡμῶν μὲν ὅσα ἀν- | |
| [θ]ρωπίνωι λογισμῶι διαφυλάσσεσθαι ἂν τα[ῦ]- | |
| [τ]α· εἰς δὲ τὸν λοιπὸν χρόνον ἐνόρκων γενο- | |
| μένων τῶν τε Ἑλλήνων πάντων καὶ τῶν ἐν τοῖς | |
| 60 | [π]ράγμασιν ὄντων μᾶλλον ἂν καὶ ἀσφαλέστε- |
| [ρ]ον διαμενεῖν τοῖς Ἕλλησιν τὴν ἐλευθερίαν· | |
| [κ]αὶ τὸ συνδιαφυλάξειν δὲ προσομνύναι ἃ ἡ- | |
| [μ]εῖς ὡμολογήκαμεν πρὸς ἀλλήλους· οὐκ ἄδο- | |
| ξον οὐδὲ ἀσύμφερον τοῖς Ἕλλησιν ἑωρῶμεν | |
| 65 | ὄν· καλῶς δή μοι δοκεῖ ἔχειν ὀμόσαι ὑμᾶς |
| τὸν ὅρκον ὃν ἀφεστάλκαμεν· πειρασόμεθα δὲ | |
| καὶ εἰς τὸ λοιπὸν ὅτι ἂν ἔχωμεν τῶν συμφε- | |
| ρόντων καὶ ὑμῖν καὶ τοῖς ἄλλοις Ἕλλησιν πα- | |
| ρασκευάζειν· ὑπὲρ δὴ τούτων καὶ γράψαι μοι | |
| 70 | ἐδόκει καὶ ἀποστεῖλαι Ἄκιον <τὸν> διαλεξόμε- |
| νον· φέρει δὲ ὑμῖν καὶ τῆς ὁμολογίας ἧς πε- | |
| ποήμεθα καὶ τοῦ ὅρκου ἀντίγραφα· ἔρρωσθε. |