[ ]
Tr.: Skamander u. Nebentaler — Kurşunlu Küyü? [A,Ad: Skepsis, Ad: Parion] — hohe hellenistische Zeit — Taşlıklıoğlu, Trakya II 204-205 Nr.1 [BullEp 1972,371]
| 1 | ΙΚΑ |
| ΙΗΔΗ δυο | |
| ἡμέρας ΑΓ | |
| Ν ὅπου ἂν δώκη | |
| 5 | πόλιν τὴν ἐπ ΙΚΑ |
| ἓξ δραχμὰς ἑκάστωι | |
| ἡμέρας τήνδε βοήθειαν ε[ | |
| ἐν ἡμέραις πέντε ἀφ’ ἧς ἂν ἐπαγγ[έλ]- | |
| [λωσιν καὶ] πρεσβείαν ἀπέστελλεν ἕνδεκα | |
| 10 | ἡμέραις ἀφ’ ἧς ἂν ἡμέρας ἐπαγγείλωσι· πολί- |
| την δὲ εἶναι τὸν Παριανὸν Σκηψίων ἐὰν θέ- | |
| [λ]ῃ, καὶ τὸν Σκήψιον Παριανῶν ἐὰν θέλῃ· καὶ | |
| ἔνκτησιν εἶναι τῶι Παριαν̣ῶι ἐν Σκήψει καὶ | |
| ἐὰν οἰκῆι ἐν Σκήψει καὶ ἂν μὴ οἰκῆι· κατὰ ταὐ- | |
| 15 | τὰ δὲ καὶ τῶι Σκηψίωι ἐμ Παρίωι· ὅσοι δ’ ἂν |
| Σκηψίων οἰκῶσιν ἐμ Παρίωι ἢ γῆι τῆι Παρια- | |
| νῶν ἓξ μῆνας ἢ πλέον φέρειν τέλη ὅσ’ ἂν Παρι- | |
| ανοὶ φέρωσι καὶ ἄν τις Παριανῶν οἰκῆι ἐν | |
| Σκήψει ἢ γῆι τῆι Σκηψίων ἓξ μῆνας ἢ πλέον | |
| 20 | φέρειν τέλη ὅσα ἂν καὶ Σκήψιοι φέρωσι· ἢν |
| δέ τις χρήματα μεταβάληι φυγῆς ἕνεκεν, | |
| ἀτελῆ εἶναι ἕνα ἐνιαυτόν· ἐν δὲ τοῖς ἀγῶσι | |
| κηρύσσεσθαι εἰς προεδρίαν ἐμ Παρίωι Σκη- | |
| ψίους καὶ ἐν Σκήψει Παριανούς· προσομνύ- | |
| 25 | ναι δὲ τὴν βουλὴν καὶ τὰς ἄλλας ἀρχὰς ἐμ Π[α]- |
| ρίωι καὶ τὴν Σκηψίων βουλὴν καὶ τ[ὰς ἄλλας] | |
| ἀρχὰς πρὸς τῶι ἄλλωι ὅρκωι κ[— — — | |
| ἔτος ἐμμένειν τοῖς ὁρκίο[ις — — — | |
| μενος Παριανοῖς κ[— — — | |
| 30 | ἄλλο ἐπὶ συντιθω[— — — |
| τοῖς ὅρκοις [ — — — | |
| τὴν βοήθειαν [ — — — |