[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — 80 v.Chr. — IK 3,73
| 1 | ἐπεὶ τοῦ ἀνθυπάτου Γαίου Κλαυδίου Ποπλίου υἱοῦ Νέρωνος ἐπιτάξαντος |
| τοῖς Ποιμανηνῶν ἄρχουσιν ἐξαποστεῖλαι πρὸς ἡμᾶς εἰς παραφυλακὴν | |
| τῆς πόλεως στρατιώτας καὶ ἐπ’ αὐτῶν ἡγεμόνα, Ποιμανηνοί, | |
| ὄντες ἡμῶν φίλοι καὶ εὐνόως διακείμενοι πρὸς τὸν δῆμον ἡμῶν | |
| 5 | ἐξαπέστειλαν τούς τε στρατιώτας καὶ ἐπ’ αὐτῶν ἡγεμόνα Νίκ[αν]- |
| δρον Μηνοφίλου, ὃς καὶ παραγενόμενος εἰς τὴν πόλιν ἡμῶν [τήν] | |
| τε ἐνδημίαν ποιεῖται καλὴν καὶ εὐσχήμονα καὶ ἀξία[ν τοῦ τε ἡμετέ]- | |
| ρου δήμου καὶ τῆς ἑαυτοῦ πατρίδος, τήν τε τῶν [ὑποτεταγμένων] | |
| ἑαυτῶι νεανίσκων ἐνδημίαν εὔτα̣κ̣τον πα̣ρ̣[έχεται καὶ ἄμεμπ]- | |
| 10 | τον, καθάπερ ἐπιβάλλει ἀνδρ[ὶ καλῶι καὶ ἀγαθῶι, καὶ τὴν ἐγκε]- |
| χειρισμένην ἑατῶι πίσ[τιν κάλλιστα καὶ ὁσιώτατα διατηρεῖ] | |
| τὴν ὑπὲρ τῆς φυλακ[ῆς τῆς τε πόλεως καὶ τῆς χώρας, καὶ πλείστην] | |
| εἰσφέρεται σπουδὴ[ν καὶ προθυμίαν ὑπὲρ αὐτῆς ] | |
| ἐκκλίνων οὐδέν[α κίνδυνον ] | |
| 15 | [․]μων κατα̣[ — — ] |