[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — 2.Hälfte 3.Jh.v.Chr. — IK 3,40
| 1 | ἐπειδὴ Διαφένης Πολλέως Τη- |
| μνίτης, διατρίβων παρὰ τῶι βασι- | |
| λεῖ, φίλος ὢν καὶ εὔνους διατελεῖ | |
| τῶι δήμωι, χρείας παρεχόμενος | |
| 5 | προθύμως εἰς ἃ ἄν τις αὐτὸν πα- |
| ρακαλῆι, δεδόχθαι τῆι βουλῆι καὶ | |
| τῶι δημῶι, ἐπαινέσαι μὲν αὐτὸν ἐ- | |
| πὶ τούτοις, παρακαλεῖν δὲ καὶ εἰς | |
| τὸ λοιπὸν εἶναι φιλότιμον εἰς τὰ τοῦ | |
| 10 | δήμου συμφέροντα, δεδόσθαι δὲ |
| αὐτῶι πολιτείαν, προξενίαν, ἔγκτη- | |
| σιν, ἀτέλειαν ὧγ καὶ οἱ πολῖται ἀτε- | |
| λεῖς εἰσι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν | |
| πρώτωι μετὰ τὰ ἱερὰ καὶ ἄφιξιν καὶ | |
| 15 | ἐμ πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ |
| ἀσπονδεί· ἀναγράψαι δὲ τὰ δεδομέ- | |
| να αὐτῶι ταῦτα εἰς στήλην καὶ | |
| θεῖναι ε[ἰς — — —] |