[ ]
Tr.: Skamander u. Nebentäler — Kum Köy [A: Ilion?] — 275-269 v.Chr.? — IK 3,34
| 1 | ἐπειδὴ ὁ βασιλεὺς Ἀντίοχος ἐ<φ>έσ- |
| ταλκεν, ὅτι τραυματίας γενόμενος | |
| ἐν τῆι μάχηι εἰς τὸν τράχηλον | |
| θεραπευθ<εί>η ὑπὸ Μητροδώρου τοῦ | |
| 5 | ἰατροῦ ἀκινδύν<ω>ς, ἐφέσταλκεν <δὲ> |
| περὶ αὐτοῦ καὶ Μελέαγρος ὁ στρα- | |
| τηγὸς προορώμενος τὸ τῆς πό- | |
| λεως συμφέρον· δεδόχθαι τῆι βουλῆι | |
| καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν | |
| 10 | Μητρόδωρον Τιμοκλέους Ἀμφι- |
| πολίτην ἀρετῆς ἕνεκεν καὶ | |
| εὐνοίας τῆς εἰς τοὺς βασιλέας | |
| Ἀντίοχον καὶ Σέλευκον καὶ τὸν | |
| δῆμον· εἶναι δὲ αὐτὸν καὶ πρόξε- | |
| 15 | νον καὶ εὐεργέτην τῆς πόλεως· |
| δεδόσθαι δ’ αὐτῶι καὶ πολιτείαν | |
| καὶ <ἔγ>κτησιν καὶ ἔφοδον ἐπὶ τὴν | |
| βουλὴν καὶ τὸν δῆμον πρώτω<ι> | |
| μετὰ τὰ ἱερά· ἐξεῖναι δ’ αὐτῶι καὶ | |
| 20 | εἰς φυλὴν καὶ φρατρίαν ἣν ἂν βού- |
| ληται ε[ἰσελθεῖν — —] |