[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — ca. 300 v.Chr. — IK 3,24
| 1 | Τεισάνδρωι Αἰσχίνηι Χαρόππηι |
| Νικασιδίκωι Ἀριστοξένου παισὶ Τε- | |
| νεδίοις προξένοις καὶ εὐεργέταις | |
| αὐτοῖς καὶ ἐγγόνοις Ἰλιεῖς ἔδοσαν | |
| 5 | ἀτέλειαν πάντων· καὶ ὃς ἂν ὠνῆται |
| παρὰ τούτων ἢ πωλῆι πρὸς τούτους, ἀ- | |
| τελὴς ἔστω τοῦ τέλους· ἐὰν δέ τις | |
| πράξηται, δεκαπλοῦν ἀποδότω τὸ τέλ- | |
| ος τοῖς προξένοις· εἶναι δὲ καὶ ἀσυλία- | |
| 10 | ν αὐτοῖς καὶ ἐν πολέμωι καὶ εἰρήνηι |
| καὶ ἔνκτησιν καὶ γῆς καὶ οἰκιῶν καὶ ἄλ- | |
| λου ὅτου ἂν θέλωσιν ἐπ’ ἀτελείαι, κ- | |
| αὶ Ἰλιεῖας εἶναι καὶ εἰς φυλὴν εἰσιόντα- | |
| ς ἣν ἂν θέλωσιν· καὶ ἂν ὑπό τοῦ ἀδικῶν- | |
| 15 | ται ξένων, ἐξεῖναι συλᾶν ἐκ τῆς Ἰλι- |
| άδος, συνλανβάνειν δὲ καὶ τὸ κοινὸ- | |
| ν τὸ Ἰλιέων· παρακαλεῖν δὲ καὶ ἐν τοῖ- | |
| ς Πανα̣θηναιοις εις προεδρίαν ὀνομασ- | |
| τεὶ πατρόθεν καὶ αὐτοὺς καὶ ἐγγόνους· | |
| 20 | εἶναι δὲ αὐτοῖς καὶ ἐν πρυτανείωι σίτη- |
| σιν· ἐὰν δέ τις τούτων τι λύηι, κατάρα- | |
| τος ἔστω. |