[ ]
Tr.: Skamander u. Nebentäler — Ilion (Hisarlık-Tepe) — 2.Jh.v.Chr. — IK 3,53
| [χάριν τοῦ καὶ πολλοὺς ἄλλους ζηλωτὰς γί]- | |
| 1 | [νεσθαι τῶν παραπ]λησίω[ν ὁρ]ῶντας |
| [ὅτι ὁ δῆμος ἡ]μ̣ῶν ποιεῖτ[αι κα]ταλογὴν | |
| [τῶν καλῶν] καὶ ἀγαθῶν ἀ[νδρ]ῶν καὶ | |
| [εἰς αὑτὸν ἐ]κ̣τενῶς διακ̣[ει]μένων· | |
| 5 | [δεδόχθαι τῆ]ι βουλῆι καὶ τ[ῶι] δήμωι, |
| [ἐπαινέσαι] μ̣ὲν ἐπὶ τοῖς π̣ρογεγραμ- | |
| [μένοις ]ν̣ην Ἀττίνου Γαργαρέα· | |
| [δεδόσθαι δὲ] αὐτῶι καὶ τοῖς ἐκγόνοις | |
| [αὐτοῦ προξεν]ίαν, πολιτείαν, ἄφιξιν καὶ | |
| 10 | κ[ατὰ γῆν καὶ κ]ατὰ θάλασσαν αὐτοῖς τε |
| κα[ὶ ἀκολούθ]οις αὐτῶν καὶ πολέμου | |
| κα[ὶ εἰρήνης ἀσ]υλεὶ καὶ ἀσπονδεὶ, κ[α]ὶ ἀτέ- | |
| λ̣[ειαν ὧν καὶ Ἰλ]ιεῖς ἀτελεῖς εἰσιν, κ[α]ὶ̣ δ̣ί- | |
| κας π̣[ροδίκο]υς λαμβάνειν ἄνευ π̣[ρυ]- | |
| 15 | [τανείων, καὶ] εἰς φυλὴν εἰσελθεῖν ἣ̣[ν] |
| [ἂν βούλωντα]ι̣, καὶ ἔφοδον ἐπὶ τὴν βου- | |
| [λὴν καὶ τὰς] ἄλλας ἀρχὰς καὶ τὸν δῆμο[ν] | |
| [κατὰ τὸν νό]μον πρώτοις μετὰ τὰ ἱερ[ά], | |
| καὶ τὰ [ἄλλα κα]τὰ τὸν προξενικὸν νόμον | |
| 20 | φιλάν[θρωπα· ἀ]ναγράψαι δὲ καὶ τόδε τὸ ψ[ή]- |
| [φισμα εἰς στ]ήλην λευκοῦ λίθου καὶ ἀνα- | |
| [θ]εῖν[αι εἰς τὸ ἱ]ερὸν τῆς Ἀθηνᾶς· ἐπαγγει- | |
| [λάτω δὲ ὁ βουλόμεν]ος τῶν πολιτῶν τὴν ἐσο- | |
| [μένην δαπάν]ην ἀναπόδοτον· ἑλέσθαι δὲ | |
| 25 | [καὶ τὸν αὐτ]ὸν ἐπὶ τῆς ἀναθέσεως |
| [τῆς στήλης· τ]οὺς δὲ ἱερονόμους παρα- | |
| [δεῖξαι τόπ]ον ἐν τῶι ἱερῶι πρὸς τὴν ἀ- | |
| [νά]θ̣εσιν τῆς στήλης τὸν ἐπιτηδειότα- | |
| [τον]· ἵνα δὲ καὶ Γαργαρεῖς ἐπιγνῶσιν τὰ | |
| 30 | [ἐψη]φισμένα τῶι πολίτηι αὐτῶν φιλάν- |
| [θρω]πα, ἑλέσθαι πρεσβευτὰς οἵτινες | |
| [ἀπ]οδημήσαντες εἰς Γάργαρα καὶ ἐπελ- | |
| [θόν]τες ἐπὶ βουλὴν ἢ ἐκκλησίαν καὶ ἐμ- | |
| [φα]ν̣ίσαντες περὶ ἑκάστων παρακαλέ- | |
| 35 | [σου]σ̣ι Γαργαρεῖς ὄντας ἡμῶν φίλους καὶ |
| [εὔν]ο̣υς προσδέξασθαι τὰ ἐψηφισμένα | |
| [τῶι] πολίτηι αὐτῶν φιλάνθρωπα· τὸ εἰς | |
| [τὴν] ἀνάθεσιν τῆς στήλης ἐπηγγείλα- | |
| [το] Φιλόδρομος Ἑρμίππου· ὁ αὐτὸς ᾑρέθη | |
| 40 | [κα]ὶ ἐπὶ τῆς ἀναθέσεως· πρεσβευταὶ |
| [ᾑ]ρέθησαν Σάτυρος Ἀντιφάνου, Διονύ- | |
| σ̣ιος Χαιριμένου, Πρωτόμαχος Σα- | |
| [τύρ]ο̣υ, Ἐπικράτης Μενεμάχου, Κυδρο- | |
| [γέν]ης Δαιφάνου. |